ΓένεσιςPrefaceDuring transcription the following necessary alterations were performed: - I used accents with uniform consistent placement, for example over the second vowel in a diphthong. Certain books differ with κὰι versus καὶ; I use the former because it is more consistently used in Genesis. - I interpreted vertical accent lines into one or the other. - Because of inconsistent usage and illegibility, I am omitting all iota subscripts. - All letters will be miniscules (lowercase), because Genesis starts with a lowercase letter. - I did not correct misspellings, but put those words in braces { }. I also put other things for future consideration in braces. However, I did correct obvious mistakes.Chapter 1

ἐν ἀρχῆ ἐποίησεν ὁ θεὸς τὸν ὀυρανὸν κὰι τὴν γῆν. ἡ δὲ γῆ ἦν ἀόρατος κὰι ἀκατασκεύαστος. κὰι σκὸτος ἐπάνω τῆς αβύσσου. κὰι πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. κὰι ἐῖπεν ὁ θεὸς γενηθήτω φῶς. κὰι ἐγένετο φῶς. κὰι ἐῖδεν ὁ θεὸς τὸ φῶς, ὅτι καλόν. κὰι διεχώρισεν ὁ θεὸς ἀναμέσον τοῦ φωτός, κὰι ἀναμέσον τοῦ σκότους. κὰι ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν, κὰι τὸ σκότος ἐκάλεσε νύκτα. κὰι ἐγένετο ἑσπέρα, κὰι ἐγένετο πρωΐ, ἡμέρα μία. κὰι ἐῖπεν ὁ θεὸς γενηθήτω στερέωμα ἐν μέσω τοῦ ὕδατος. κὰι ἔστω διαχωρίζον ἀναμέσον ὕδατος κὰι ὕδατος. κὰι ἐποίησεν ὁ θεὸς τὸ στερέωμα. κὰι διεχώρισεν ὁ θεὸς ἀναμέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, κὰι ἀναμέσον τοῦ ὕδατος, τοῦ ἐπάνω τοῦ στερεώματος. κὰι ἐκάλεσεν ὁ θεὸς τὸ στερέωμα ὀυρανόν. κὰι ἐῖδεν ὁ θεὸς ὅτι καλόν. κὰι ἐγένετο ἑσπέρα, κὰι ἐγένετο πρωΐ, ἡμέρα δευτέρα. κὰι ἐῖπεν ὁ θεὸς συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ ὀυρανοῦ ἐις συναγωγὴν μίαν, κὰι ὀφθήτω ἡ ξηρά. κὰι ἐγένετο ὅυτως. κὰι συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ ὀυρανοῦ ἐις τὰς συναγωγὰς ἀυτοῦ, κὰι ὤφθη ἡ ξηρά. κὰι ἐκάλεσεν ὁ θεὸς τὴν ξηράν, γῆν. κὰι τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. κὰι ἐῖδεν ὁ θεός, ὅτι καλόν. κὰι ἐῖπεν ὁ θεὸς βλαστησάτω ἡ γῆ βοτάνην χόρτοῦ σπεῖρον σπέρμα κατὰ γένος κὰι καθ᾿ ὁμοιότητα, κὰι ξύλον κάρπιμον ποιοῦν παρπόν. ὁῦ τὸ σπέρμα ἀυτοῦ ἐν ἀυτῶ κατὰ γένος ἐπὶ τῆς γῆς. κὰι ἐγένετο ὅυτως. κὰι ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος κὰι καθ᾿ ὁμοιότητα, κὰι ξύλον κάρπιμον ποιοῦν καρπόν. ὁῦ τὸ σπέρμα ἀυτοῦ ἐν ἀυτῶ κατὰ γένος ἐπὶ τῆς γῆς. κὰι ἐῖδεν ὁ θεὸς ὅτι καλόν. κὰι ἐγένετο ἑσπέρα κὰι ἐγένετο πρωΐ ἡμέρα τρίτη. κὰι ἐῖπεν ὁ θεὸς, γενηθήτωσαν φωστῆρες ἐν τῶ στερεώματι τοῦ ὀυρανοῦ. ὥςτε φαίνειν ἐπὶ τῆς γῆς, οτῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας κὰι ἀναμέσον τῆς νυκτός. κὰι ἔστωσαν ἐις σημεῖα, κὰι ἐις καιρούς, κὰι ἐις ἡμέρας, κὰι ἐις ἐνιαυτούς. κὰι ἔστωσαν ἐις φαῦσιν ἐν τῶ στερεώματι τοῦ ὀυρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. κὰι ἐγένετο ὅυτως. κὰι ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν ἐις ἀρχὰς τῆς ἡμέρας. κὰι τὸν φωστῆρα τὸν ἐλάσσω ἐις ἀρχὰς τῆς νυκτός. κὰι τοὺς ἀστέρας. κὰι ἔθετο ἀυτοὺς ὁ θεὸς ἐν τῶ στερεώματι τοῦ ὀυρανοῦ. ὥστε φαίνειν ἐπὶ τῆς γῆς, κὰι ἄρχειν τῆς ἡμέρας κὰι τῆς νυκτός. κὰι διαχωρίζειν ἀναμέσον τοῦ φωτὸς κὰι ἀναμέσον τοῦ σκότους. κὰι ἐῖδεν ὁ θεὸς ὅτι καλόν. κὰι ἐγένετο ἑσπέρα κὰι ἐγένετο πρωΐ ἡμέρα τετάρτη. κὰι ἐῖπεν ὁ θεὸς, ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, κὰι πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς, κατὰ τὸ στερέωμα τοῦ ὀυρανοῦ. κὰι ἐγένετο ὅυτως. κὰι ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα, κὰι πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη ἀυτῶν. κὰι πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. κὰι ἐῖδεν ὁ θεὸς ὅτι καλά. κὰι ἐυλόγησεν ἀυτὰ ὁ θεὸς. λέγων, ἀυξάνεσθε κὰι πληθύνεσθε, κὰι πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις. κὰι τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς. κὰι ἐγένετο ἑσπέρα κὰι ἐγένετο πρωΐ ἡμέρα πέμπτη. κὰι ἐῖπεν ὁ θεὸς, ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα κὰι ἑρπετὰ κὰι θηρία τῆς γῆς, κὰι τὰ κτήνη, κὰι πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος ἀυτῶν. κὰι ἐγένετο ὅυτως. κὰι ἐποίησεν ὁ θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος, κὰι τὰ κτήνη κὰι πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος ἀυτῶν. κὰι ἐῖδεν ὁ θεὸς ὅτι καλά. κὰι ἐῖπεν ὁ θεὸς, ποιήσωμεν ἄνθρωπον κατ᾿ ἐικόνα ἡμετέραν κὰι καθ᾿ ὁμοίωσιν. κὰι ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, κὰι τῶν πετεινῶν τοῦ ὀυρανοῦ, κὰι τῶν κτηνῶν, κὰι πάντων τῆς γῆς, κὰι πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. κὰι ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον. κατ᾿ ἐικόνα θεοῦ ἐποίησεν ἀυτὸν. ἄρσεν κὰι θῆλυ ἐποίησεν ἀυτοὺς. κὰι ἐυλόγησεν ἀυτοὺς ὁ θεὸς, λέγων, ἀυξάνεσθε κὰι πληθύνεσθε κὰι πληρώσατε τὴν γῆν, κὰι κατακυριεύσατε ἀυτῆς. κὰι ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, κὰι τῶν πετεινῶν τοῦ ὀυρανοῦ, κὰι πάντων τῶν κτηνῶν, κὰι πάσης τῆς γῆς, κὰι πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. κὰι ἐῖπεν ὁ θεὸς, ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω τῆς γῆς. κὰι πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῶ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται ἐις βρῶσιν, κὰι πᾶσι τοῖς θηρίοις τῆς γῆς, κὰι πᾶσι τοῖς πετεινοῖς τοῦ ὀυρανοῦ, κὰι παντὶ ἑρπετῶ ἕρποντι ἐπὶ τῆς γῆς. ὃ ἔχει ἐν ἑαυτῶ ψυχὴν ζωῆς, κὰι πάντα χόρτον χλωρόν ἐις βρῶσιν. κὰι ἐγένετο ὅυτως. κὰι ἐῖδεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησεν. κὰι ἰδοὺ καλὰ λίαν. κὰι ἐγένετο ἑσπέρα, κὰι ἐγένετο πρωΐ ἡμέρα ἕκτη.

Chapter 2

κὰι συνετελέσθησαν ὁ ὀυρανὸς κὰι ἡ γῆ, κὰι πᾶς ὁ κόσμος ἀυτῶν. κὰι συνετέλεσεν ὁ θεὸς ἐν τῆ ἡμέρα τῆ ἕκτη τὰ ἔργα ἀυτοῦ, ἃ ἐποίησεν. κὰι κατέπαυσεν ὁ θεὸς ἐν τῆ ἡμέρα τῆ ἑβδόμη ἀπὸ πάντων τῶν ἔργων ἀυτοῦ, ὧν ἐποίησεν. κὰι ἐυλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, κὰι ἡγίασεν ἀυτήν. ὅτι ἐν ἀυτῆ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων ἀυτοῦ, ὧν ἤρξατο ὁ θεὸς ποιεῖν. ἅυτη ἡ βίβλος γενέσεως ὀυρανοῦ κὰι γῆς, ὅτε ἐγένετο. ἧ ἡμέρα ἐποίησεν ὁ θεὸς τὸν ὀυρανὸν κὰι τὴν γῆν, κὰι πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς. κὰι πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι. ὀυ γὰρ ἔβρεξε κύριος ὁ θεὸς ἐπὶ τὴν γῆν, κὰι ἄνθρωπος ὀυκ ἦν ἐργάζεσθαι ἀυτήν. πηγὴ δὲ ἀνέβαινεν ἑκ τῆς γῆς, κὰι ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. κὰι ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς. κὰι ἐνεφύσησεν ἐις τὸ πρόσωπον ἀυτοῦ πνοὴν ζωῆς, κὰι ἐγένετο ἄνθρωπος ἐις ψυχὴν ζῶσαν. κὰι ἐφύτευσεν κύριος ὁ θεὸς παράδεισον ἐν ἐδὲν κατὰ ἀνατολάς. κὰι ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν. κὰι ἐξανέτειλεν ὁ θεός ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον ἐις ὅρασιν κὰι καλὸν ἐις βρῶσιν. κὰι τὸ ξύλον τῆς ζωῆς ἐν μέσω τοῦ παραδείσου, κὰι τὸ ξύλον τοῦ ἐιδέναι γνωστὸν καλοῦ κὰι πονηροῦ. ποταμός δὲ ἐκπορεύεται ἐξ ἐδὲν ποτίζειν τὸν παράδεισον. ἐκεῖθεν ἀφορίζεται ἐις τέσσαρας ἀρχὰς. ὄνομα τῶ ἑνὶ φισών. ὁῦτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν ἐυιλὰτ. ἐκεῖ ὁῦ ἔστι τὸ χρυσίον. κὰι τὸ χρυσίον τῆς γῆς ἐκείνης καλόν. ἐκεῖ ἔστιν ὁ ἄνθραξ κὰι ὁ λίθος ὁ πράσινος. κὰι ὄνομα τῶ ποταμῶ τῶ δευτέρω, γεών. ὁῦτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν ἀιθιοπίας. κὰι ὁ ποταμὸς ὁ τρίτος, τίγρις. ὁῦτος ὁ πορευόμενος κατέναντι ἀσσυρίων. ὁ δὲ ποταμὸς ὁ τέταρτος, ὁῦτος ἐυφράτης. κὰι ἔλαβεν κύριος ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἔπλασεν, κὰι ἔθετο ἀυτὸν ἐν τῶ παραδείσω τῆς τρυφῆς, ἐργάζεσθαι ἀυτὸν κὰι φυλάσσειν. κὰι ἐνετείλατο κύριος ὁ θεὸς τῶ ἀδὰμ λέγων, ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῶ παραδείσω βρώσει φαγῆ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν κὰι πονηρὸν, ὀυ φάγεσθε ἀπ᾿ ἀυτοῦ. ἧ δ᾿ ἂν ἡμέρα φάγητε ἀπ᾿ ἀυτοῦ, θανάτω ἀποθανεῖσθε. κὰι ἐῖπεν κύριος ὁ θεὸς, ὀυ καλὸν ἐῖναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν ἀυτῶ βοηθὸν κατ᾿ ἀυτὸν. κὰι ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ, κὰι πάντα τὰ πετεινὰ τοῦ ὀυρανοῦ. κὰι ἤγαγεν ἀυτὰ πρὸς τὸν ἀδάμ, ἰδεῖν τί καλέσει ἀυτά. κὰι πᾶν ὃ ἂν ἐκάλεσεν ἀυτὸ ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα ἀυτῶ. κὰι ἐκάλεσεν ἀδὰμ ὀνόματα πᾶσι τοῖς κτήνεσι, κὰι πᾶσι τοῖς πετεινοῖς τοῦ ὀυρανοῦ, κὰι πᾶσι τοῖς θηρίοις τῆς γῆς. τῶ δὲ ἀδὰμ ὀυχ ἑυρέθη βοηθὸς ὅμοιος ἀυτῶ. κὰι ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν ἀδὰμ, κὰι ὕπνωσεν,κὰι ἔλαβεν μίαν τῶν πλευρῶν ἀυτοῦ, κὰι ἀνεπλήρωσε σάρκα ἀντ᾿ ἀυτῆς. κὰι ὠκοδόμησεν κύριος ὁ θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ ἀδὰμ ἐις γυναῖκα. κὰι ἤγαγεν ἀυτὴν πρὸς τὸν ἀδὰμ. κὰι ἐῖπεν ἀδὰμ τοῦτο νῦν ὀστοῦν ἑκ τῶν ὀστέων μου, κὰι σὰρξ ἐκ τῆς σαρκός μου. ἅυτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς ἀυτῆς ἐλήφθη ἅυτη. ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα ἀυτοῦ κὰι τὴν μητέρα, κὰι προσκολληθήσεται πρὸς τὴν γυναῖκα ἀυτοῦ. κὰι ἔσονται ὁι δύο ἐις σάρκα μίαν. κὰι ἦσαν ὁι δύο γυμνοὶ, ὅ, τε ἀδὰμ κὰι ἡ γυνὺ ἀυτοῦ, κὰι ὀυκ ἠσχύνοντο.

Chapter 3

ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε κύριος ὁ θεός. κὰι ἐῖπεν ὁ ὄφις τῆ γηναικί. τί ὅτι ἐῖπεν ὁ θεὸς ὀυμη φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῶ παραδείσω. κὰι ἐῖπεν ἡ γυνὴ τῶ ὄφει ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου φαγόμεθα. ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου ὅ ἐστιν ἐν μέσω τοῦ παραδείσου, ἐῖπεν ὁ θεός, ὀυ φάγεσθε ἀπ᾿ ἀυτοῦ, ὀυδεμὴ ἅψησθε ἀυτοῦ, ἵνα μὴ ἀποθάνητε. κὰι ἐῖπεν ὁ ὄφις τῆ γυναικί. ὀυ θανάτω ἀποθανεῖσθε. ἤδει γὰρ ὁ θεός. ὅτι ἧ ἂν ἡμέρα φάγητε ἀπ᾿ ἀυτοῦ, διανοιχθήσονται ὑμῶν ὁι ὀφθαλμοί, κὰι ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν κὰι πονηρόν. κὰι ἐῖδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον ἐις βρῶσιν, κὰι ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν, κὰι ὡραῖόν ἐστι τοῦ κατανοῆσαι. κὰι λαβοῦσα ἡ γυνὴ τοῦ καρποῦ ἀυτοῦ, ἔφαγε. κὰι ἔδωκε κὰι τῶ ἀνδρὶ ἀυτῆς μετ᾿ ἀυτῆς, κὰι ἔφαγον. κὰι διηνοίχθησαν ὁι ὀφθαλμοὶ τῶν δύο, κὰι ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν. κὰι ἔῤῥαψαν φύλλα συκῆς, κὰι ἐποίησαν ἀυτοῖς περιζώματα. κὰι ἤκουσαν τῆς φωνῆς κυρίου τοῦ θεοῦ περιπατοῦντος ἐν τῶ παραδείσω τοδειλινόν. κὰι ἐκρύβησαν ὅ{,}τε ἀδὰμ κὰι ἡ γυνὴ ἀυτοῦ ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ ἐν μέσω τοῦ παραδείσου. κὰι ἐκάλεσεν κύριος ὁ θεὸς τὸν ἀδὰμ, κὰι ἐῖπεν ἀυτῶ ποῦ ἐῖ. κὰι ἐῖπεν ἀδὰμ τῆς φωνῆς σου ἤκουσα περιπατοῦντος ἐν τῶ παραδείσω, κὰι ἐφοβήθην, ὅτι γυμνός ἐιμι, κὰι ἐκρύβην. κὰι ἐῖπεν ἀυτῶ τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς ἐῖ, ἐιμὴ ἀπὸ τοῦ ξύλου ὁῦ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾿ ἀυτοῦ ἔφαγες. κὰι ἐῖπεν ἀδὰμ. ἡ γυνὴ ἣν δέδωκας μετ᾿ ἐμοῦ, άυτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, κὰι ἔφαγον. κὰι ἐῖπεν ὁ θεὸς τῆ γυναικί. τί τοῦτο ἐποίησας. κὰι ἐῖπεν ἡ γυνὴ, ὁ ὄφις ἠπάτησέν με, κὰι ἔφαγον κὰι ἐῖπεν κύριος ὁ θεὸς τῶ ὄφει. ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων, κὰι ἀπὸ πάντων τῶν κτηνῶν τῶν ἐπὶ τῆς γῆς. ἐπὶ τῶ στήθει κὰι τῆ κοιλία πορεύση, κὰι γῆν φαγῆ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. κὰι ἔχθραν θήσω ἀναμέσον σου κὰι ἀναμέσον τῆς γυναικός, κὰι ἀναμέσον τοῦ σπέρματός σου, κὰι ἀναμέσον τοῦ σπέρματος ἀυτῆς. ἀυτός σου τειρήσει κεφαλήν, κὰι σὺ τειρήσεις ἀυτοῦ πτέρναν. κὰι τῆ γυναικὶ ἐῖπεν. πληθύνων πληθυνῶ τὰς λύπας σου κὰι τοὺς στεναγμούς σου. ἐν λύπαις τέξη τέκνα, κὰι πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου. κὰι ἀυτός σου κυριεύσει. κὰι τῶ ἀδὰμ ἐῖπεν ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, κὰι ἔφαγες ἀπὸ τοῦ ξύλου, ὁῦ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾿ ἀυτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. ἐν λύπαις φαγῆ ἀυτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. ἀκάνθας κὰι τριβόλους ἀνατελεῖ σοι, κὰι φαγῆ τὸν χόρτον τοῦ ἀγροῦ. ἐν ἱδρώτητι τοῦ προσώπου σου φαγῆ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε ἐις τὴν γῆν ἐξ ἧς ἐλήφθης. ὅτι γῆ ἐῖ κὰι ἐις γῆν ἀπελεύση. κὰι ἐκάλεσεν ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς ἀυτοῦ ζωή, ὅτι ἅυτη ἦν μήτηρ πάντων τῶν ζώντων. κὰι ἐποίησεν κύριος ὁ θεὸς τῶ ἀδὰμ κὰι τῆ γυναικὶ ἀυτοῦ χιτῶνας δερματίνους, κὰι ἐνέδυσεν ἀυτοὺς, κὰι ἐῖπεν ἀυτοῖς. ἰδοὺ ἀδὰμ γέγονεν ὡς ἑῖς ἐξ ἡμῶν τοῦ γινώσκειν καλὸν κὰι πονηρόν. κὰι νῦν μήποτε ἐκτείνη τὴν χεῖρα ἀυτοῦ, κὰι λάβη ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, κὰι φάγη, κὰι ζήσεται ἐις τὸν ἀιῶνα. κὰι ἐξαπέστειλεν ἀυτὸν κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη. κὰι ἐξέβαλε τὸν ἀδὰμ, κὰι κατώκισεν ἀυτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς. κὰι ἔταξε τὰ χερουβὶμ κὰι τὴν φλογίνην ρομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.

Chapter 4

ἀδὰμ δὲ ἔγνω ἐῦαν τὴν γυναῖκα ἀυτοῦ. κὰι συλλαβοῦσα ἔτεκε τὸν κάϊν. κὰι ἐῖπεν ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ. κὰι προσέθετο τεκεῖν τὸν ἀδελφὸν ἀυτοῦ τὸν ἄβελ. κὰι ἐγένετο ἄβελ ποιμὴν προβάτων. κάϊν δὲ ἦν ἐργαζόμενος τὴν γῆν. κὰι ἐγένετο μεθ᾿ ἡμέρας ἤνεγκε κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῶ κυρίω. κὰι ἄβελ ἤνεγκεν κὰι ἀυτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων ἀυτοῦ, κὰι ἀπὸ τῶν στεάτων ἀυτῶν. κὰι ἐπεῖδεν ὁ θεὸς ἐπὶ ἄβελ κὰι ἐπὶ τοῖς δώροις ἀυτοῦ, ἐπὶ δὲ κάϊν κὰι ἐπὶ ταῖς θυσίαις ἀυτοῦ ὀυ προσέσχεν. κὰι ἐλύπησε τὸν κάϊν λίαν, κὰι συνέπεσε τὸ πρόσωπον ἀυτοῦ. κὰι ἐῖπε κύριος ὁ θεὸς τῶ κάϊν, ἱνατί περίλυπος ἐγένου, κὰι ἱνατί συνέπεσε τὸ πρόσωπόν σου; ὀυκ ἂν ὀρθῶς προσενέγκης, ὀρθῶς δὲ μὴ διέλης, ἥμαρτες; ἡσύχασον. πρὸς σὲ ἡ ἀποστροφὴ ἀυτοῦ, κὰι σὺ ἀυτοῦ ἄρξεις. κὰι ἐῖπεν κάϊν πρός ἄβελ τὸν ἀδελφὸν ἀυτοῦ. διέλθωμεν ἐις τὸ πεδίον. κὰι ἐγένετο ἐν τῶ ἐῖναι ἀυτοὺς ἐν τῶ πεδίω, ἀνέστη κάϊν ἐπὶ ἄβελ τὸν ἀδελφὸν ἀυτοῦ, κὰι ἀπέκτεινεν ἀυτόν. κὰι ἐῖπεν ὁ θεὸς πρὸς κάϊν, ποῦ ἐστὶν ἄβελ ὁ ἀδελφός σου; κὰι ἐῖπεν ὀυ γινώσκω. μὴ φύλαξ τοῦ ἀδελφοῦ μου ἐιμὶ ἐγώ; κὰι ἐῖπεν ὁ θεὸς τί ἐποίησας τοῦτο; φωνὴ ἅιματος τοῦ ἀδελφοῦ σου βοᾶ πρός με ἐκ τῆς γῆς. κὰι νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα ἀυτῆς δέξασθαι τὸ ἁῖμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου. ὅτι ἐργᾶ τὴν γῆν, κὰι ὀυ προσθήσει τὴν ἰσχὺν ἀυτῆς δοῦναί σοι. στένων κὰι τρέμων ἔση ἐπὶ τῆς γῆς. κὰι ἐῖπε κάϊν πρὸς κύριον, μείζων ἡ ἀιτία μου τοῦ ἀφεθῆναί με, κὰι ἐκβάλης με σήμερον ἀπὸ προσώπου τῆς γῆς, κὰι ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. κὰι ἔσομαι στένων κὰι τρέμων ἐπὶ τῆς γῆς, κὰι ἔσται πᾶς ὁ ἑυρίσκων με ἀποκτενεῖ με. κὰι ἐῖπεν ἀυτῶ κύριος ὁ θεός, ὀυχ᾿ ὅυτως πᾶς ὁ ἀποκτείνας κάϊν, ἑπτὰ ἐκδικούμενα παραλύσει. κὰι ἔθετο κύριος ὁ θεὸς σημεῖον τῶ κάϊν, τοῦ μὴ ἀνελεῖν ἀυτὸν πάντα τὸν ἑυρίσκοντα ἀυτόν. κὰι ἐξῆλθε κάϊν ἀπὸ προσώπου τοῦ θεοῦ.

Chapter 5

Chapter 6

Chapter 7

Chapter 8

Chapter 9

Chapter 10

Chapter 11

Chapter 12

Chapter 13

Chapter 14

Chapter 15

Chapter 16

Chapter 17

Chapter 18

Chapter 19

Chapter 20

Chapter 21

Chapter 22

Chapter 23

Chapter 24

Chapter 25

Chapter 26

Chapter 27

Chapter 28

Chapter 29

Chapter 30

Chapter 31

Chapter 32

Chapter 33

Chapter 34 (Greek column says 32 again)

Chapter 35

Chapter 36

Chapter 37

Chapter 38

Chapter 39

Chapter 40

Chapter 41

Chapter 42

Chapter 43

Chapter 44

Chapter 45

Chapter 46

Chapter 47

Chapter 48

Chapter 49

Chapter 50