Βασιλειῶν γ´.Chapter 1

ΚΑὶ ὁ βασιλεὺς δαυὶδ πρεσβύτης σφόδρα προβεβηκὼς ἐν ἡμέραις κὰι περιέβαλλον ἀυτὸν ἱματίοις, κὰι ὀυκ ἐθερμάινετο. κὰι ἐῖπον ὁι πᾶιδες ἀυτοῦ ἀυτῶ, ζητησάτωσαν τῶ κυρίω ἡμῶν τῶ βασιλεῖ νεᾶνιν παρθένον. κὰι παραστήσεται ἔναντι τοῦ βασιλέως κὰι ἔσται ἀυτὸν θάλπουσα, κὰι κατακείσεται ἐν τῶ κόλπω ἀυτοῦ, κὰι θερμανθήσεται ὁ κύριος ἡμῶν ὁ βασιλεύς. κὰι ἐζήτησαν πᾶιδα καλὴν ἐν παντὶ ὁρίω ἰσραήλ. κὰι ἑυρίσκουσι τὴν ἀβισὰγ τὴν σουναμίτιν, κὰι ἐισάγουσιν ἀυτὴν τῶ βασιλεῖ. κὰι παῖς καλὴ τῶ ἔιδει σφόδρα, κὰι ἦν τῶ βασιλεῖ θάλπουσα κὰι ἐλειτούργει ἀυτῶ. κὰι ὁ ασιλεὺς ὀυκ ἔγνω ἀυτήν. κὰι ἀδωνίας ὑιὸς ἀγγὶθ ἐπῆρτο λέγων, ἐγὼ βασιλεύσω. κὰι ἐποίησεν ἑαυτῶ ἅρματα κὰι ἱππεῖς κὰι πεντήκοντα ἄνδρας προτρέχοντας ἀυτοῦ. κὰι ὀυκ ἐπετίμησεν ἀυτῶ ὁ πατὴρ ἀυτοῦ πώποτε ἐιπών, τί ὅτι πεποίηκας ὅυτως. κὰι ὁῦτος καλὸς τῆ ὄψει σφόδρα κὰι τοῦτον ἐγέννησε μετὰ τὸν ἀβεσαλώμ. κὰι ἦσαν ὁι λόγοι ἀυτοῦ μετὰ ἰωὰβ ὑιοῦ σαρουία, κὰι μετὰ ἀβιάθαρ τοῦ ἱερέως, κὰι ἐβοήθουν ὀπίσω ἀδωνιόυ. κὰι σαδὼκ ὁ ἱερεὺς κὰι βανέας ὑιὸς ἰωιαδὰ κὰι ναθὰν ὁ προφήτης κὰι σεμεῒ κὰι ὁι ἑταῖροι ἀυτοῦ ὡν ὄντες δυνατοὶ τῶ δαυὶδ ὀυκ ἦσαν μετὰ ἀδωνίου. κὰι ἔθυσεν ἀδωνίας κὰι πρόβατα κὰι βόας κὰι ἄρνας παρὰ τὸν λίθον τὸν ζωελὲθ τὸν ἐχόμενον τῆς πηγῆς τοῦ ῥωγήλ. κὰι ἐκάλεσε πάντας τοὺς ἀδελφοὺς ἀυτοῦ τοὺς ὑιοὺς τοῦ βασιλέως, κὰι πάντας τοὺς ἄνδρας ἰούδα τοὺς παῖδας τοῦ βασιλέως. κὰι ναθὰν τὸν προφήτην κὰι τὸν βασνέαν κὰι τοὺς δυνατούς, κὰι τὸν σολομῶντα ἀδελφὸν ἀυτοῦ ὀυκ ἐκάλεσεν. κὰι ἐῖπε ναθὰν πρὸς βηρσαβεαὶ μητέρα σολομῶντος λέγων, ὀυκ ἤκουσας ὅτι βεβασίλευκεν ἀδωνίας ὑιὸς ἀγγίθ, κὰι ὁ κύριος ἡμῶν δαυὶδ ὀυκ ἔγνω; κὰι νῦν δεῦρο, συμβουλέυσω σοι συμβουλίαν, ὅπως σώσης τὴν ψυχήν σου κὰι τὴν ψυχὴν σολομῶντος τοῦ ὑιοῦ σου. δεῦρο ἔισελθε πρὸς τὸν βασιλέα δαυίδ. κὰι ἐρεῖς πρὸς ἀυτόν, ὀυχὶ σὺ κύριέ μου βασιλεῦ ὤμοσας τῆ δούλη σου λέγων, ὅτι σολομὼν ὁ ὑιός σου βασιλεύσει μετ᾿ ἐμέ, κὰι ἀυτὸς καθίσεται ἐπὶ θρόνου μου, κὰι τί ὅτι βεβασίλευκεν ἀδωνίας; κὰι ἰδοὺ ἔτι σου λαλούσης ἐκεῖ μετὰ τοῦ βασιλέως, κὰι ἐγὼ ἐισελεύσομαι μετὰ σέ, κὰι πληρώσω τοὺς λόγους σου. κὰι ἐισῆλθε βηρσαβεαὶ πρὸς τὸν βασιλέα ἐις τὸν κοιτῶνα. κὰι ὁ βασιλεὺς πρεσβύτης σφόδρα, κὰι ἀβισαὰκ ἡ σουναμίτις λειτουργοῦσα τῶ βασιλεῖ. κὰι ἔκυψεν βηρσαβεαὶ κὰι προσεκύνησε τῶ βασιλεῖ. κὰι ἐῖπεν ἀυτῆ ὁ βασιλεύς, τί ἔστι σοι; κὰι ἐῖπε βηρσαβεαί, κύριέ μου βασιλεῦ σὺ ὤμοσας ἐν κυρίω τῶ θεῶ σου τῆ δούλη σο λέγων, ὅτι σολομὼν ὁ ὑιός σου βασιλεύσει μετ᾿ ἐμέ, κὰι ἀυτὸς καθήσεται ἐπὶ θρόνου μου. κὰι νῦν ἰδοὺ ἀδωνίας βεβασίλευκεν, κὰι σὺ κύριέ μου βασιλεῦ ὀυκ ἔγνως. κὰι ἔθυσε μόσχους κὰι ἄρνας κὰι πρόβατα ἐις πλῆθος, κὰι ἐκάλεσε πάντας τοὺς ὑιοὺς τοῦ βασιλέως κὰι αβιαθὰρ τὸν ἱερέα, κὰι ἰωὰβ τὸν ἀρχιστράτηγον, κὰι σολομῶντα τὸν δοῦλόν σου ὀυκ ἐκάλεσεν. κὰι σὺ κύριέ μου βασιλεῦ ὁι ὀφθαλμὸι παντὸς ἰσραὴλ πρὸς σέ. ἀπάγγειλαι ἀυτοῖς τίς καθήσεται ἐπὶ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾿ ἀυτόν. κὰι ἔσται ἐν τῶ κοιμηθῆναι τὸν κύριόν μου τὸν βασιλέα μετὰ τῶν πατέρων ἀυτοῦ,κὰι ἐσόμεθα ἐγὼ κὰι σολομὼν ὁ ὑιός μου ἁμαρτωλοί. κὰι ἰδοὺ ἀυτῆς λαλούσης ἔτι μετά τοῦ βασιλέως, κὰι ναθὰν ὁ προφήτης ἐισῆλθεν. κὰι ἀπήγγειλαν τῶ βασιλεῖ λέγοντες, ἰδὸυ ναθὰν ὁ προφήτης. κὰι ἐισῆλθε ναθὰν ἐνώπιον τοῦ βασιλέως, κὰι προσεκύνησεν τῶ βασιλεῖ ἐπὶ πρόσωπον ἀυτοῦ ἐπὶ τὴν γῆν. κὰι ἐῖπε ναθάν, σὺ κύριε μου βασιλεῦ ἔιρηκας λέγων, ἀδωνίας βασιλέυσει μετ᾿ ἐμέ, κὰι ἀυτὸς καθήσεται ἐπὶ θρόνου μου; ὅτι κατέβη σήμερον κὰι τέθυκε μόσχους κὰι ἄρνας κὰι πρόβατα ἐις πλῆθος, κὰι ἐκάλεσε πάντας τοὺς ὑιοὺς τοῦ βασιλέως κὰι τὸν αρχιστράτηγον κὰι ἀβιαθὰρ τὸν ἱερέα, κὰι ἰδοὺ ἀυτοὶ ἐσθίουσι κὰι πίνουσιν ἐνώπιον ἀυτοῦ. κὰι ἐῖπον, ζήτω ὁ βασιλὲυς ἀδωνίας. κὰι ἐμὲ τὸν δοῦλόν σου κὰι σαδὼκ τὸν ἱερέα κὰι βανέαν ὑιὸν ἰωιαδὰ κὰι σολομῶντα τὸν δοῦλόν σου ὀυ κέκληκε. ἐι διὰ τοῦ κυρίου μου τοῦ βασιλέως γέγονε τὸ ῥῆμα τοῦτο, κὰι διατί ὀυκ ἐγνώρισας τῶ δούλω σου, τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾿ ἀυτόν; κὰι ἀπεκρίθη ὁ βασιλὲυς δαυὶδ κὰι ἐῖπεν, καλέσατέ μοι τὴν βηρσαβεαί. κὰι ἐισῆλθε κὰι ἔστη ἐνώπιον τοῦ βασιλέως. κὰι ὤμοσεν ὁ βασιλὲυς κὰι ἐῖπεν, ζῆ κύριος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως, ὅτι καθὼς ὤμοσά σοι κατὰ κυρίου τοῦ θεοῦ ἰσραὴλ λέγων, ὅτι σολομὼν ὁ ὑιός σου βασιλέυσει μετ᾿ ἐμέ, κὰι ἀυτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου ἀντ᾿ ἐμοῦ, ὅτι ὅυτως ποιήσω ἐν τῆ ἡμέρα τάυτη. κὰι ἔκυψε βηρσαβεαί ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν κὰι προσεκύνησε τῶ βασιλεῖ κὰι ἐῖπεν, ζήτω ὁ βασιλεὺς ὁ κύριός μου δαυὶδ ἐις τὸν ἀιῶνα. κὰι ἐῖπεν ὁ βασιλεὺς δαυίδ, καλέσατέ μοι σαδὼκ τὸν ἱερέα, κὰι ναθὰν τὸν προφήτην κὰι βανέαν ὑιὸν ἰωιαδά. κὰι ἐισῆλθον ἐνώπιον τοῦ βασιλέως. κὰι ἐῖπεν ἀυτοῖς ὁ βασιλέυς, λάβετε μεθ᾿ ἑαυτῶν τοὺς παῖδας τοῦ κυρίου ὑμῶν, κὰι ἐπιβιβάσατε σολομῶντα τὸν ὑιόν μου ἐπὶ τὴν ἡμίονον τὴν ἐμήν, κὰι καταβιβάσατε ἀυτὸν ἐις τὸν γιών, κὰι χρισάτω ἀυτὸν ἐκεῖ σαδὼκ ὁ ἱερὲυς κὰι ναθὰν ὁ προφήτης ἐις βασιλέα ἐπὶ ἰσραήλ, κὰι σαλπίσατε ἐν σάλπιγγι. κὰι ἐρεῖτε, ζήτω ὁ βασιλεὺς σολομών, κὰι ἀναβήσεσθε ὀπίσω ἀυτοῦ. κὰι ἐισελεύσεται κὰι καθήσεται ἐπὶ τοῦ θρόνου μου, κὰι ἀυτὸς βασιλεύσει ἀντ᾿ ἐμοῦ· κὰι ἀυτῶ ἐντελοῦμαι τοῦ ἐῖναι ἐις ἡγούμενον ἐπὶ ἰούδαν κὰι ἐπὶ ἰσραήλ. κὰι ἀπεκρίθη βανέας ὑιὸς ἰωιαδὰ τῶ βασιλεῖ κὰι ἐῖπε, γένοιτο ὅυτως. πιστώσαι ὁ θεὸς τοὺς λόγους τοῦ κυρίου μου τοῦ βασιλέως, ὅυτως ἐῖπε κύριος ὁ θεός σου κύριέ μου βασιλεῦ. κὰι καθὼς ἦν ὁ κύριος μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, ὅυτως ἔιη κὰι μετὰ σολομῶντος, κὰι μεγαλύναι τὸν θρόνον ἀυτοῦ ὑπέρ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως δαυίδ. κὰι κατέβη σαδὼκ ὁ ἱερεὺς κὰι ναθὰν ὁ προφήτης κὰι βανέας ὑιὸς ἰωιαδά κὰι ὁ χερεθὶ κὰι ὁ φελετί, κὰι ἐπεβίβασαν τὸν σολομῶντα ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως δαυίδ, κὰι ἐπορεύοντο ὀπίσω ἀυτοῦ ἐις τὸν γιών. κὰι ἔλαβεν σαδὼκ ὁ ἱερεὺς τὸ κέρας τοῦ ἐλάιου ἐκ τοῦ σκηνώματος, κὰι ἔχρισε τὸν σολομῶντα, κὰι ἐσάλπισε σάλπιγγι. κὰι ἐῖπσε πᾶς ὁ λαός, ζήτω ὁ βασιλεὺς σολομών. κὰι ἀνέβη πᾶς ὁ λαὸς ὀπίσω ἀυτοῦ, κὰι πᾶς ὁ λαὸς ἐχόρευον ἐν χοροῖς κὰι ἐυφραινόμενοι ἐυφροσύνη μεγάλη, κὰι ἤχησεν ἡ γῆ ἐν τῆ φωνῆ ἀυτῶν. {NOTE: THIS IS THE START OF MY USING A CUSTOM KEYBOARD LAYOUT THAT ALLOWS ME TO INSERT A VERTICAL COMBINING MARK AS THE MANUSCRIPT SHOWS IT USES. (U+030D COMBINING_VERTICAL_LINE_ABOVE -- ̍ ). IT IS USED HENCEFORTH AS THE SOURCE MATERIAL APPEARS TO USE IT. PREVIOUS WORK SHOULD BE MODIFIED DURING THE EDITING STEP TO USE IT.} κὰι ἤκουσεν ἀδωνίας κὰι πάντες ὁι κλητοὶ ὁι μετ᾿ ἀυτοῦ, κὰι ἀυτοὶ συνετέλεσαν ἐσθίοντες. κὰι ἤκουσεν ἰωὰβ τὴν φωνὴν τῆς σάλπιγγος κὰι ἐῖπε, τίς ἡ φωνὴ τῆς πόλεως ἠχούσης. ἔτι ἀυτοῦ λαλοῦντος, κὰι ἰδοὺ ἰωναθὰν ὑιὸς ἀβιάθαρ τοῦ ἱερέως ἦλθεν. κὰι ἐῖπεν ἀδωνίας, ἔισελθε, ὅτι ἀνὴρ δυνάμεως σύ, κὰι ἀγαθά ἐυαγγελιεῖς. κὰι ἀπεκρίθη ἰωναθὰν κὰι ἐῖπεν τῶ ἀδωνία, κὰι μάλα ὁ κύριος ὑμῶν ὁ βασιλεὺς δαυι̍δ βεβασίλευκε τὸν σολομῶντα, κὰι ἀπέσταλκε μετ᾿ ἀυτοῦ σαδὼκ τὸν ἱερέα κὰι ναθὰν τὸν προφήτην κὰι βανέαν ὑιὸν ἰωιαδὰ κὰι τὸν χερεθὶ κὰι τὸν φελετί, κὰι ἐπεβίβασαν ἀυτὸν ἐπι̍ τὴν ἡμίονον τοῦ βασιλέως, κὰι ἔχρισεν ἀυτὸν σαδὼκ ὁ ἱερεὺς κὰι ναθὰν ὁ προφήτης ἐις βασιλέα ἐν τῶ γιὼν· κὰι ἀνέβησαν ἐκεῖθεν ἐυφραινόμενοι, κὰι ἤχησεν ἡ πόλις. ἅυτη ἐστι̍ν ἡ φωνὴ τοῦ ἤχου ἣν ἠκούσατε. κὰι ἐκάθισε σολομὼν ἐπι̍ τοῦ θρόνου τῆς βασιλείας. καί γε ἦλθον ὁι δοῦλοι τοῦ βασιλέως ἐυλογῆσαι τὸν κύριον ἡμῶν τὸν βασιλέα δαυὶδ λέγοντες, ἀγαθύναι κύριος τὸ ὄνομα τοῦ ὑιοῦ σου σολομῶντος ὑπὲρ τὸ ὄνομά σου, κὰι μεγαλύναι τὸν θρόνον ἀυτοῦ ὑπὲρ τὸν θρόνον σου. κὰι προσεκύνησεν ὁ βασιλεὺς ἐπι̍ τῆς κοίτης ἀυτοῦ. κὰι ὅυτως ἐῖπεν ὁ βασιλεύς, ἐυλογημένος κύριος ὁ θεὸ σἰσραήλ, ὃς ἔδωκεν ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπι̍ τοῦ θρόνου μου, κὰι ὁι ὀφθαλμοί μου βλέπουσιν. κὰι ἐξέστησαν κὰι ἐξανέστησαν πάντες ὁι κεκλημένοι ὑπὸ τοῦ ἀδωνίου, κὰι ἀπῆλθον ἕκαστος ἐις τὴν ἑαυτοῦ ὁδόν. κὰι ἀδωνίας ἐφοβήθη ἀπὸ προσώπου σολομῶντος, κὰι ἀνέστη κὰι ἀπῆλθεν κὰι ἐκράτησε τῶν κεράτων τοῦ θυσιαστηρίου. κὰι ἀνηγγέλη τῶ σολομῶντι λέγων, ἰδοὺ ἀδωνίας ἐφοβήθη τὸν βασιλέα σολομῶντα, κὰι ἰδου̍ ἐκράτησε τῶν κεράτων τοῦ θυσιαστηρίου, λέγων, ὀμοσάτω μοι σήμερον ὁ βασιλεὺς σολομὼν τοῦ μη̍ θανατῶσαι τὸν δοῦλον ἀυτοῦ ἐν ῥομφαία. κὰι ἐῖπε σολομὼν ἐὰν γένηται ἐις ὑιὸν δυνάμεως ὀυ μὴ πέση ἀπὸ τῆς κεφαλῆς ἀυτοῦ θρὶξ ἐπι̍ τὴν γῆν. ἐὰν δὲ κακία ἑυρεθῆ ἐν ἀυτῶ, ἀποθανεῖται. κὰι ἀπέστειλεν ὁ βασιλεὺς σολομω̍ν κὰι κατη̍γαγον ἀυτὸν ἀπὸ τοῦ θυσιαστηρι̍ου. κὰι ἐισῆλθε κὰι προσεκύνησε τῶ βασιλεῖ σολομῶντι· κὰι ἐῖπεν ἀυτῶ σολομω̍ν, πορεύου ἐις τὸν ὀῖκόν σου.

Chapter 2

Καὶ ἤγγισαν ἁι ἡμέραι δαυι̍δ τοῦ ἀποθανεῖν ἀυτόν, κὰι ἐνετείλατω τῶ ὑιῶ ἀυτοῦ σολομῶντι λέγων, ἐγὼ πορεύομαι ἐν ὁδῶ πάσης τῆς γῆς, κὰι κραταιωθήση κὰι ἔση ἐις ἄνδρα κὰι φυλάξη τὴν φυλακη̍ν κυρι̍ου τοῦ θεοῦ σου τοῦ θεοῦ σου οτῦ πορεύεσθαι ἐν ταῖς ὁδοῖς ἀυτοῦ φυλάσσειν τὰς ἐντολὰς ἀυτοῦ κὰι τὰ προστάγματα ἀυτοῦ κὰι τὰ κρίματα ἀυτοῦ κὰι τὰ μαρτύρια ἀυτοῦ, καθω̍ς γέγραπται ἐν τῶ νόμω μωυσῆ, ἵνα συνιῆς πάντα ἃ ποιήσεις κὰι πανταχῆ ὁῦ ἐὰν ἐπιβλέψης ἐκεῖ, ὅπως στήση κύριος τὰ ῥήματα ἀυτοῦ ἃ ἐλάλησε περι̍ ἐμοῦ λέγων, ἐὰν φυλάξωνται τὰ τέκνα σου τὰς ὁδοὺς ἀυτῶν, τοῦ πορεύεσθαι ἐνώπιόν μου ἐν ἀληθεία κὰι ἐν ὅλη καρδία ἀυτῶν κὰι ἐν ὅλη τῆ ψυχῆ ἀυτῶν λέγων, ὀυκ ἐξαρθήσεταί σοι ἀνὴρ ἀπὸ τοῦ θρόνου μου ἰσραήλ. κὰι νῦν σὺ ὀῖδας ἃ ἐποίησέ μοι ἰωὰβ ὑιὸς σαρουΐα, κὰι ἃ ἐποίησε τοῖς δύο ἀρχιστρατήγοις ἰσραὴλ τῶ ἀβενὴρ ὑιῶ νήρ, κὰι τῶ ἀμεσσᾶ ὑιῶ ἰεθέρ, κὰι ἀπέκτεινεν ἀυτοὺς κὰι ἐξεδίκησεν ἁῖμα πολέμου ἐν ἐιρήνη, κὰι ἔδωκεν ἁῖμα ἀθῶον ἐν τῆ ζώνη ἀυτοῦ τῆ ἐν τῆ ὀσφύϊ ἀυτοῦ κὰι ἐν τῶ ὑποδήματι ἀυτοῦ τῶ ἐν τῶ ποδι̍ ἀυτοῦ. κὰι ποιήσεις κατὰ τὴν φρόνησίν σου, κὰι ὀυ κατάξεις ἐν ἐιρήνη τὴν πολιὰν ἀυτοῦ ἐις ἅδου. κὰι τοῖς ὑιοῖς βερζελλὶ τοῦ γαλααδι̍του ποιήσεις ἔλεος, κὰι ἔσονται ἐν τοῖς ἐσθι̍ουσι τὴν τράπεζάν σου, ὅτι ὅυτως ἤγγισάν μοι ἐν τῶ φεύγειν με ἐκ προσώπου τοῦ ἀδελφοῦ σου ἀβεσαλώμ. κὰι ἰδοὺ μετὰ σοῦ μεμεῒ ὑιὸς γηρὰ ὑιο̍ς τοῦ ἰεμενι̍ ὁ ἐκ βαουρι̍ν, κὰι ἀυτὸς κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν τῆ ἡμέρα ἧ ἐπορευόμην ἐις παρεμβολάς,κὰι ἀυτὸς κατέβη ἐις ἀπάντησίν μου ἐπὶ τὸν ἰορδάνην. κὰι ὤμοσα ἀυτῶ ἐν κυρίω λέγων, ἐι θανατώσω σε ἐν ῥομφαία, κὰι ὀυ μὴ ἀθωώσης ἀυτόν, ὅτι ἀνὴρ σοφὸς ἐῖ σύ, κὰι γνώση ἃ ποιήσεις ἀυτῶ, κὰι κατάξεις τὴν πολιὰν ἀυτοῦ ἐν ἅιματι ἐις ἅδου. κὰι κοιμᾶται δαυὶδ μετὰ τῶν πατέρων ἀυτοῦ, κὰι ἐτάφη ἐν τῆ πόλει δαυι̍δ. κὰι ἁι ἡμέραι ἃς ἐβασίλευσε δαυι̍δ ἐπι̍ ἰσραήλ, τεσσαράκονσα ἔτη. ἐν χεβρὼν ἐβασι̍λευσεν ἑπτὰ ἔτη, κὰι ἐν ἱερουσαλὴμ ἐβασίλευσεν τριάκοντα κὰι τρία ἔτη. κὰι σολομὼν ἐκάθισεν ἐπι̍ τοῦ θρόνου δαυὶδ τοῦ πατρὸς ἀυτοῦ, κὰι ἡτοιμάσθη ἡ βασιλεία ἀυτοῦ σφόδρα. κὰι ἐισῆλθεν ἀδωνίας ὑιὸς ἀγὶθ πρὸς βηρσαβεαὶ τὴν μητέρα σολομῶντος, κὰι προσεκύνησεν ἀυτῆ. κὰι ἐῖπεν ἀυτῶ, ἐιρήνη ἡ ἔισοδός σου; κὰι ἐῖπεν, ἐιρήνη. κὰι ἐῖπεν, λόγος μοι πρὸς σέ. κὰι ἐῖπεν ἀυτῶ, λάλησον. κὰι ἐῖπεν ἀυτῆ, σὺ ὀῖδας ὅτι ἐμοὶ ἦν ἡ βασιλεία, κὰι ἐπ᾿ ἐμὲ ἔθετο πᾶς ἰσραὴλ τὸ πρόσωπον ἀυτῶν ἐις βασιλέα,κὰι ἐπεστράφη ἡ βασιλεία κὰι ἐγένετο τῶ ἀδελφῶ μου, ὅτι παρὰ κυρίου ἦν ἀυτῶ. κὰι νῦν ἄιτησιν μίαν ἐγὼ ἀιτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψης τὸ πρόσωπόν σου. κὰι ἐῖπεν ἀυτῶ βηρσαβεαί, λάλει, κὰι ἐῖπεν ἀυτῆ, ἐῖπον δὴ πρὸς σολομῶντα τὸν βασιλέα, ὅτι ὀυκ ἀποστρέψει τὸ πρόσωπόν σου, κὰι δώσει μοι τὴν ἀβισαὰκ τὴν σουναμι̍τιν ἐις γυναῖκα. κὰι ἐι̍πεν ἀυτῶ βηρσαβεαι̍, καλῶς ἐγὼ λαλήσω περι̍ σοῦ τῶ βασιλεῖ. κὰι ἐισῆλθε βηρσαβεαι̍ πρὸς τὸν βασιλέα σολομῶντα λαλῆσαι ἀυτῶ περὶ ἀδωνίου. κὰι ἐξανέστη ὁ βασιλεὺς ἐις ἀπάντησιν ἀυτῆς κὰι προσεκύνησεν ἀυτήν, κὰι ἐκάθισεν ἐπὶ τὸν θρόνον ἀυτοῦ. κὰι ἐτέθη θρόνος τῆ μητρι̍ τοῦ βασιλέως, κὰι ἐκάθισεν ἐκδεξιῶν ἀυτοῦ. κὰι ἐῖπεν ἀυτῶ, ἄιτησιν μίαν μικρὰν ἐγὼ ἀιτου̍μαι παρὰ σοῦ, μὴ ἀποστρέψης τὸ πρόσωπόν μου. κὰι ἐῖπεν ἀυτῆ ὁ βασιλεύς, ἄιτησαι μήτηρ ἐμὴ ὅτι ὀυκ ἀποστρέψω σε. κὰι ἐῖπεν, δοθήτω ἡ ἀβισαὰκ ἡ σουναμίτις τῶ ἀδωνία τῶ ἀδελφῶ σου ἐις γυναῖκα. κὰι ἀπεκρίθη σολομὼν ὁ βασιλεὺς κὰι ἐῖπεν τῆ μητρὶ ἀυτοῦ, κὰι ἱνατί σὺ ἀιτῆ τὴν ἀβισαὰκ τῶ ἀδωνι̍α; κὰι ἄιτησαι ἀυτῶ τὴν βασιλει̍αν, ὅτι ὁῦτος ὁ ἀδελφός μου ὁ μέγας ὑπὲρ ἐμέ, κὰι ἀυτῶ ἀβιάθαρ ὁ ἱερεύς, κὰι ἀυτῶ ἰωὰβ ὑιο̍ς σαρουΐα ὁ ἀρχιστράτηγος ἑταῖρος, κὰι ὤμοσεν ὁ βασιλεὺς σολομὼν κατὰ τοῦ κυρίου λέγων, τάδε ποιη̍σαι μοι ὁ θεὸς κὰι τάδε προσθει̍η, ὅτι κατὰ τῆς ψυχῆς ἀυτοῦ ἐλάλησεν ἀδωνι̍ας τὸν λόγον τοῦτον. κὰι νῦν ζῆ κύριος ὃς ἡτοίμασέ με κὰι ἔθετό με ἐπὶ τὸν θρόνον δαυὶδ τοῦ πατρός μου, κὰι ἀυτὸς ἐποίησέ μοι ὀῖκον καθὼς ἐλάλησέ μοι κύριος, ὅτι σῄμερον θανατωθήσεται ἀδωνίας. κὰι ἐξαπέστειλε σολομὼν ὁ βασιλεὺς ἐν χειρὶ βανέου ὑιοῦ ἰωιαδά, κὰι ἀνεῖλε τὸν ἀδωνίαν, κὰι ἀπέθανεν. κὰι τῶ ἀβιάθαρ τῶ ἱερεῖ ἐῖπεν ὁ βασιλεύς, ἀπότρεχε ἐις ἀναθὼθ ἐις τὸν ἀγρόν σου, ὅτι ἀνὴρ θανάτου ἐῖ σύ, κὰι ἐν τῆ ἡμέρα ταύτη ὀυ θανατώσω σε, ὅτι ἦρας τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐνώπιον δαυὶδ τοῦ πατρός μου, κὰι ὅτι ἐκακουχήθης ἐν πᾶσιν ὁῖς ἐκακουχήθη ὁ πατήρ μου. κὰι ἐξέβαλε σολομὼν τὸν ἀβιάθαρ τοῦ μὴ ἐῖναι ἐις ἱερέα τῶ κυρίω, τοῦ πληρωθῆναι τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν ἐπὶ τὸν ὀῖκον ἡλὶ ἐν συλῶ. κὰι ἡ ἀκοὴ ἦλθεν ἕως ἰωὰβ ὑιοῦ σαρουΐα, ὅτι ἰωὰβ ἦν κεκλικὼς ὀπίσω ἀδωνίου, κὰι ὀπίσω σολομῶντος ὀυκ ἐξέκλινε. κὰι ἔφυγεν ἰωὰβ ἐις τὸ σκήνωμα τοῦ κυρίου κὰι κατέσχε τῶν κεράτων τοῦ θυσιαστηρίου. κὰι ἀπήγγειλαν τῶ σολομῶντι λέγοντες, ὅτι πέφευγεν ἰωὰβ ἐις τὸ σκήνωμα κυρίου, κὰι ἰδοὺ κατέχει ῶν κεράτων τοῦ θυσιαστηρι̍ου. κὰι ἀπόστειλεν ὁ βασιλευ̍ς σολομὼν τὸν βανέαν ὑιὸν ἰωιαδὰ λε̍γων, πορεύου κὰι ἄνελε ἀυτόν. κὰι ἦλθε βανέας πρὸς ἰωὰβ ἐις τὴν σκηνὴν κυρίου, κὰι ἐῖπε πρὸς ἀυτόν, τα̍δε λέγει ὁ βασιλευ̍ς, ἔξελθε. κὰι ἐῖπεν ἰωὰβ ὀυκ ἐκπορεύομαι, ὅτι ὧδε ἀποθανοῦμαι. κὰι ἀπέστρεψε βανε̍ας κὰι ἐῖπε τῶ βασιλεῖ λέγων, τάδε λελάληκεν ἰωὰβ κὰι τάδε ἀποκέκριταί μοι. κὰι ἐῖπεν ἀυτῶ ὁ βασιλεύς, πορεύου, κὰι ποίησον ἀυτῶ καθὼς ἔιρηκε, κὰι ἄνελε ἀυτὸν κὰι θάψον ἀυτόν, κὰι ἐξαρεῖς σήμερον τὸ ἇιμα ὃ ἐξέχεεν ἰωὰβ δωρεὰν ἐπ᾿ ἐμοῦ κὰι ἀπὸ τοῦ ὄικου τοῦ πατρός μου. κὰι ἀπέστρεψε κύριος τὸ ἁῖμα τῆς ἀδικι̍ας ἀυτοῦ ἐις τὴν κεφαλὴν ἀυτοῦ, ὡς ἀπήντησε τοῖς δυσι̍ν ἀνδράσι τοῖς δικαίοις κὰι ἀγαθοῖς ὑπέρ ἀυτόν, κὰι ἀπέκτεινεν ἀυτοὺς ἐν ῥομφαία. κὰι ὁ πατήρ μου δαυὶδ ὀυκ ἔγνω τὸν ἀβενὴρ ὑιὸν νὴρ ἀρχιστράτηγον ἰσραήλ, κὰι τὸν ἀμασὰ ὑιὸν ἰεθὲρ ἀρχιστράτηγον ἰούδα. κὰι ἀποστραφήτω τὰ ἅιματα ἀυτῶν ἐις τὴν κεφαλὴν ἀυτοῦ κὰι ἐις τὴν κεφαλὴν τοῦ σπέρματος ἀυτοῦ ἕως ἀιῶνος. κὰι τῶ δαυὶδ κὰι τῶ σπέρματι ἀυτοῦ κὰι τῶ ὄικω ἀυτοῦ κὰι ῶ θρόνω ἀυτοῦ γένοιτο ἐιρήνη παρα̍ κυρίου ἕως ἀιῶνος. κὰι ἀνέβη βανέας ὑιο̍ς ἰωιαδὰ κὰι ἀπήντησεν ἀυτῶ, κὰι ἐθανάτωσεν ἀυτόν, κὰι ἔθαψεν ἀυτὸν ἐν τῶ ὄικω ἀυτοῦ. κὰι ἔδωκεν ὁ βασιλεὺς σολομὼν τὸν βανέαν ὑιὸν ἰωιαδὰ ἀντ᾿ ἀυτοῦ ἐπι̍ τὴν στρατιάν. κὰι τὸν σαδὼκ τὸν ἱερέα ἔδωκεν ὁ βασιλεὺς ἐις ἱερέα πρῶτον ἀντι̍ ἀβιάθαρ. κὰι ἀποστει̍λας ἐκάλεσεν ὁ βασιλεὺς σολομὼν τὸν σεμεΐ. κὰι ἐῖπεν ἀυτῶ, ὀικοδόμησον σεαυτῶ ὀῖκον ἐν ἱερουσαλη̍μ κὰι κατοι̍κει ἐκεῖ κὰι ὀυκ ἐξελεύση ἐκεῖθεν ὀυδαμοῦ. κὰι ἔσται ἐν τῆ ἡμέρα τῆς ἐξόδου σου κὰι διαβήση τὸν χειμάρρουν τὸν κεδρών, γινώσκων γνώση ὅτι θανάτω ἀποθανῆ, κὰι τὸ ἇιμά σου ἔσται ἐπι̍ τὴν κεφαλήν σου. κὰι ἐῖπε σεμεῒ πρὸς τὸν βασιλέα, ἀγαθὸν τὸ ῥῆμα ὃ ἐλάλησας κύριέ μου βασιλεῦ, ὅυτως ποιήσει ὁ δοῦλός σου. κὰι ἐκάθισε σεμεῒ ἐν ἱερουσαλὴμ τρία ἔτη. κὰι ἐγένετο μετὰ τρία ἔτη, κὰι ἀπέδρασαν δύο δοῦλοι σεμεΐ πρὸς ἀχι̍ς ὑιὸν μααχὰ βασιλέα γε̍θ. κὰι ἀπήγγειλαν τῶ σεμεΐ λέγοντες, ἰδοὺ ὁι δοῦλοί σου ἐν γέθ. κὰι ἀνέστη σεμεΐ κὰι ἐπέσαξε τὸν ὄνον ἀυτοῦ κὰι ἐπορεύθη ἐις γὲθ προ̍ς ἀχὶς βασιλέα γὲθ τοῦ ζητῆσαι τοὺς δούλους ἀυτοῦ. κὰι ἐξεπορευ̍θη σεμεΐ, κὰι ἤγαγε τοὺς δου̍λους ἀυτοῦ. κὰι ἀπήγγειλαν τῶ σολομῶντι λέγοντες ὅτι ἐξεπορεύθη σεμεῒ ἐξ ἱερουσαλὴμ ἐις γέθ, κὰι ἀνέστρεψε. κὰι ἀπέστειλεν ὁ βασιλεὺς κὰι ἐκάλεσεν τὸν σεμεΐ, κὰι ἐῖπεν πρὸς ἀυτόν, ὀυχι̍ ὤρκισά σε κατὰ τοῦ κυρίου κὰι ἐπεμαρτυράμην σοι λέγων, ἐν ἧ ἂν ἡμέρα ἐξέλθης ἐξ ἱερουσαλήμ, κὰι πορευθῆς δεξιὰ ἢ ἀριστερά, γινώσκων γνώση ὅτι θανάτω ἀποθανῆ; κὰι ἐῖπάς μοι, ἀγαθὸν τὸ ῥῆμα ὃ ἤκουσα. κὰι νῦν διατί ὀικ ἐφύλαξας ὅρκον κυρι̍ου, κὰι τὴν ἐντοὴν ἣν ἐνετειλάμην κατὰ σοῦ; κὰι ἐῖπεν ὁ βασιλεὺς πρὸς σεμεΐ, σὺ ὀῖδας πᾶσαν τὴν κακίαν σου ἣν ἔγνω ἡ καρδία σου ὅσα ἐποι̍ησας δαυι̍δ τῶ πατρί μου, κὰι ἀνταπέδωκε κύριος τὴν κακίαν σου ἐις τὴν κεφαλήν σου. κὰι ὁ βασιλεὺς σολομὼν ἐυλογημένος, κὰι ὁ θρόνος δαυι̍δ ἔσται ἕτοιμος ἐνώπιον κυρίου ἐις τὸν ἀιῶνα. κὰι ἐνετείλατο ὁ βασιλεὺς σολομὼν τῶ βανέα ὑιῶ ἰωιαδα̍, κὰι ἐξῆλθε κὰι ἀνεῖλεν ἀυτόν. κὰι ἀπέθανεν.

Chapter 3

Και̍ ἡ βασιλει̍α ἐστερεώθη ἐν χειρι̍ τοῦ σολομῶντος. κὰι ἐγαμβρεύσατο σολομὼν τῶ φαραῶ βασιλεῖ ἀιγύπτου. κὰι ἔλαβε σολομὼν τὴν θυγατέρα θαραὼ γυναῖκα. κὰι ἐισήγαγεν ἀυτὴν ἐις τὴν πόλιν δαυίδ, ἕως τοῦ συντελέσαι ἀυτὸν ὀικοδομῆσαι ἀυτοῦ τὸν ὀῖκον, κὰι τὸν ὀῖκον κυρίου ἐν πρώτοις, κὰι τὸ τεῖχος ἱερουσαλὴμ κύκλω. κὰι ὁ λαὸς ἦσαν θύοντες ἐν τοῖς ὑψηλοτάτοις. κὰι ὀυκ ὠκοδομήθη ὁ ὀῖκος τῶ ὀνόμται κυρίου ἕως τοῦ νῦν. κὰι ἠγάπησε σολομὼν τὸν κύριον, τοῦ πορεύεσθαι ἐν τοῖς προστάγμασι δαυι̍δ τοῦ πατρὸς ἀυτοῦ, πλὴν ἐν τοῖς ὑψηλοῖς ἔθυεν κὰι ἐθυμία. κὰι ἀνέστη σολομὼν κὰι ἐπορεύθη ἐις γαβαὼν θῦσαι ἐκεῖ, ὅτι ὑψηλοτάτη κὰι μεγάλη. χιλι̍αν ὁλοκαύτωσιν ἀνήνεγκεν σολομὼν ἐπι̍ τὸ θυσιαστήριον τὸ ἐν γαβαών. κὰι ὤφθη κύριος τῶ σολομῶντι ἐν ὕπνω τὴν νύκτα. κὰι ἐῖπε κύριος τῶ σολομῶντι, ἄιτησαί τι ἄιτημα σεαυτῶ, κὰι δώσω σοι̍. κὰι ἐῖπε σολομών, σὺ ἐποίησας μετὰ τοῦ δούλου σου δαυι̍δ τοῦ πατρός μου ἔλεος μέγα, καθὼς διῆλθεν ἐνώπιόν σου ἐν ἀληθεία κὰι ἐν δικαιοσύνη κὰι ἐν ἐυθύτητι καρδίας μετὰ σοῦ, κὰι ἐφύλαξας ἀυτῶ τὸ ἔλεος τὸ μέγα τοῦτο, δοῦναι ἀυτῶ ὑιὸν καθήμενον ἐπι̍ τὸν θρόνον ἀυτοῦ, ὡς ἡ ἡμέρα ἅυτη. κὰι νῦν κύριε μου κύριε σὺ ἐσβασίλευσας τὸν δοῦλόν σου ἀντι̍ δαυι̍δ τοῦ πατρός μου. κὰι ἐγώ ἐιμι παιδάριον μικρόν, κὰι ὀυκ ὀῖδα τὴν ἔισοδόν μου κὰι τὴν ἔξοδόν μου. κὰι ὁ δοῦλός σου ἐν μέσω τοῦ λαοῦ σου, ὃν ἐξελέξω λαὸν πολύν, ὃς ὀυκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους κὰι ὀυ διηγηθήσεται. κὰι δώσεις τῶ δούλω σου καρδίαν φρονίμην τοῦ ἀκούειν κὰι διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνη, τοῦ συνιέναι ἀναμέσον ἀγαθοῦ κὰι κακοῦ. ὅτι τι̍ς δυνήσεται κρίνειν τὸν λαο̍ν σου τὸν βαρὺν τοῦτον; κὰι ἤρεσεν ὁ λόγος ἐνω̍πιον κυρίου, ὅτι ἠτήσατο σολομὼν τὸ ῥῆμα τοῦτο. κὰι ἐῖπε κύριος πρὸς ἀυτόν, ἀνθ᾿ ὧν ἠτήσω τὸ ῥῆμα τοῦτο παρ᾿ ἐμοῦ, κὰι ὀυκ ἠτήσω σεαυτῶ ἡμέρας πολλάς, κὰι ὀυκ ἠτήσω πλοῦτον ὀυ δὲ ἠτήσω ψυχα̍ς τῶν ἐχθρῶν σου, ἀλλ᾿ ἠτήσω σεαυτῶ σύνεσιν τοῦ ἐισακούειν κρι̍ματα κὰι δικαιώματα, ἰδοὺ πεποι̍ηκα κατὰ τὸ ῥῆμά σου, κὰι ἰδοὺ δέδωκά σοι καρδίαν φρονι̍μην κὰι σοφήν, ὡς σοὶ ὀυ γέγονεν ἔμπροσθέν σου, κὰι μετὰ σὲ ὀυκ ἀναστήσεται ὅμοιός σοι. και̍ γε ἃ ὀυκ ἠτήσω, δέδωκά σοι, κὰι πλοῦτον κὰι δόξαν, ὡς ὀυ γέγονεν ἀνὴρ ὅμοιο̍ς σοι ἐν τοῖς βασιλεῦσι. κὰι ἐὰν πορευθῆς ἐν τῆ ὁδῶ μου τοῦ φυλάσσειν τὰς ἐντολάς μου κὰι τὰ προστάγματά μου, ὡς ἐπορεύθη δαυι̍δ ὁ πατήρ σου, κὰι μακρυνῶ τα̍ς ἡμέρας σου. κὰι ἐξυπνίσθη σολομών, κὰι ἰδοὺ ἐνύπνιον. κὰι ἀνέστη κὰι ἐισῆλθεν ἐις ἱερουσαλήμ, κὰι ἔστη κατὰ πρόσωπον τοῦ θυσιαστηρίου τοῦ κατὰ πρόσωπον τῆς κιβωτοῦ διαθήκης κυρίου, κὰι ἀνήγαγεν ὁλοκαυτώσεις κὰι ἐποι̍ησεν ἐιρηνικάς, κὰι ἐποι̍ησε πο̍τον πᾶσι τοῖς παισι̍ν ἀυτοῦ. το̍τε ὤφθησαν δύο γυναῖκες πόρναι τῶ βασιλεῖ, κὰι ἔστησαν ἐνώπιον ἀυτοῦ. κὰι ἐῖπεν ἡ γυνὴ ἡμι̍α, ἐν ἐμοι̍ κύριέ μου. ἐγὼ κὰι ἡ γυνὴ ἅυτη ὠκοῦμεν ἐν ὄικω ἑνι̍, κὰι ἔτεκον ἐν τῶ ὄικω, κὰι ἐγένετο τῆ ἡμέρα τῆ τρι̍τη τεκούσης μου, κὰι ἔτεκεν κὰι ἡ γυνη̍ ἅυτη ὑιόν, κὰι ἦμεν κατὰ τὸ ἀυτό. ὀυκ ἦν ὀυθει̍ς μεθ᾿ ἡμῶν πάρεξ ἀμφοτέρων ἡμῶν ἐν τῶ ὄικω. κὰι ἀπέθανεν ὁ ὑιὸς τῆς γυναικὸς ταύτης τὴν νύκτα, ὡς ἐπεκοιμήθη ἐπ᾿ ἀυτόν. κὰι ἀνέστη μέσον τῆς νυκτός, κὰι ἔλαβε τὸν ὑόν μου ἐκ τῶν ἀγκαλῶν μου, κὰι ἡ δου̍λη σου ἐκοιμᾶτο, κὰι ἐκοι̍μισεν ἀυτὸ ἐν τῶ κόλπω ἀυτῆς, κὰι τὸν ὑὸν τὸν τεθνηκότα ἐκοι̍μισεν ἐν τῶ κόλπω μου. κὰι ἀνέστην τοπρωῒ θυλάσαι τὸν ὑιόν μου, κὰι ἐκεῖνος ἦν τεθνηκώς. κὰι κατενόησα ἀυτὸν τοπρωΐ, κὰι ἰδοὺ ὀυκ ἦν ὁ ὑιός μου ὃν ἔτεκον. κὰι ἐῖπεν ἡ γυνὴ ἡ ἑτέρα, ὀυχί, ἀλλὰ ὁ ὑιός μου ὁ ζῶν, κὰι ὁ ὑιός σου ὁ τεθνηκώς. κὰι ἀυτὴ ἐῖπεν, ὀυχί, ὁ ὑιός σου ὁ τεθνηκώς, κὰι ὑιός μου ὁ ζῶν. κὰι ἐλάλησαν ἐνώπιον τοῦ βασιλέως. κὰι ἐῖπεν ἀυταῖς ὁ βασιλεύς, σὺ λέγεις, ὁῦτος ὁ ὑιός μου ὁ ζῶν, κὰι ὁ ὑιὸς ταύτης ὁ τεθνηκω̍ς. κὰι σὺ λε̍γεις, ὀυχί, ἀλλὰ ὁ ὑιός μου ὁ ζῶν, ὁ δὲ ὑιο̍ς ταύτης ὁ τεθνηκώς. {START OF MORE RESERVED APPROACH TO USING THE COMBINING_VERTICAL_LINE_ABOVE. I NOW ONLY USE IT IF IT APPEARS AS AN UNAMBIGUOUSLY VERTICAL LINE, POSSIBLY ONLY ABOVE THE RIGHT SIDE OF THE LETTER GLYPH. LESS INTERPRETIVE GUESSING THAT WAY. I SHOULD REVISE THE PREVIOUS WORK.} κὰι ἐῖπεν ὁ βασιλεύς, λάβετέ μοι μάχαιραν. κὰι προσῃ̍νεγκαν τὴν μάχαιραν ἐνώπιον τοῦ βασιλέως. κὰι ἐῖπεν ὁ βασιλεύς, διέλετε τὸ παιδίον τὸ ζῶν ἐις δύο, κὰι δότε τὸ ἥμισυ ἀυτοῦ ταύτη, κὰι τὸ ἥμισυ ἀυτοῦ ταύτη. κὰι ἀπεκρίθη ἡ γυνὴ ἧς ἦν ὑιὸς ὁ ζῶν, κὰι ἐῖπεν προ̍ς τὸν βασιλέα, ὅτι ἐταράχθη ἡ μη̍τρα ἀυτῆς ἐπι̍ τῶ ὑιῶ ἀυτῆς, κὰι ἐῖπεν, ἐν ἐμοι̍ κύριε, δότε ἀυτῆ τὸ παιδίον, κὰι θανάτω μὴ θανατώσητε ἀυτό. κὰι ἡ ἑτέρα ἐῖπεν, μήτε ἐμοὶ μήτε ἀυτῆ ἔστω, διέλετε ἀυτό. κὰι ἀπεκρίθη ὁ βασιλεὺς κὰι ἐῖπεν, δότε τὸ παιδίον τὸ ζῶν τῆ γυναικὶ τῆ ἐιπούση, δότε ἀυτο̍ ἀυτῆ κὰι θανάτω μὴ θανατώσητε ἀυτό, ὅτι ἅυτη ἡ μήτηρ ἀυτοῦ. κὰι ἤκουσε πᾶς᾿σραὴλ τὸ κρῖμα τοῦτο ὃ ἔκρινεν ὁ βασιλεύς, κὰι ἐφοβη̍θησαν ἀπὸ προσω̍που τοῦ βασιλε̍ως, ὅτι ἐῖδον ὅτι φρόνησις θεοῦ ἐν ἀυτῶ τοῦ ποιεῖν δικαιώματα.

Chapter 4

Και̍ ἦν ὁ βασιλεὺς σολομὼν βασιλεύων ἐπι̍ ἰσραήλ. κὰι ὁῦτοι ὁι ἄρχοντες ὃι ἦσαν ἀυτῶ. ἀζαρίας ὑιὸς σαδὼκ ὁ ἱερεύς. κὰι ἐλιχόρεφ κὰι ἀχία ὑιοι̍ σιζὰ γραμματεῖς. ἰωσαφὰτ ὑιὸς ὀχιλοὺδ ὑπομιμνήσκων. κὰι βανέας ὑιο̍ς ἰωιαδὰ ἐπι̍ τῆς δυνάμεως. κὰι σαδὼκ κὰι ἀβιάθαρ ἱερεῖς. κὰι ἀζαρίας ὑιὸς ναθὰν ἐπὶ τῶν καθεσταμένων. κὰι ζαβοὺδ ὑιὸς ναθὰν ἑταῖρος τοῦ βασιλέως. κὰι ἀχισὰρ ὀικονόμος. κὰι ἀδονηρὰμ ὑιὸς ἀβδὰ ἐπι̍ τῶν σόρων. κὰι τῶ σολομῶντι δώδεκα καθεστάμενοι ἐπι̍ πάντα ἰσραήλ, χορηγεῖν τῶ βασιλεῖ κὰι τῶ ὄικω ἀυτοῦ. μὴν ἐν τῶ ἐνιαυτῶ ἐγένετο ἐπι̍ τὸν ἕνα χορηγεῖν. κὰι ταῦτα τὰ ὀνόματα ἀυτῶν. βενὼρ ἐν ὄρει ἐφραΐμ ὑιὸς δάκαρ ἐν μακὰς κὰι ἐν σαλαβι̍ν κὰι βεθσαμι̍ς κὰι ἐλὼν ἕως βενανάν. βενέσεδ ἐν ἀραβώθ, ἀυτοῦ σοχὼ κὰι πᾶσα γῆ ὀφέρ. ὑιοῦ ἀβιναδὰβ πᾶσα νεφαδώρ. ταφὰθ θυγάτηρ σολομῶντος ἦν ἀυτῶ ἐις γυναῖκα. βαανὰ ὑιὸς ἀχιλοὺδ θαανὰχ κὰι μαγεδδὼ κὰι πάντα ὀῖκον σαὰν τὸν παρὰ σάρθαν ὑποκάτω ἰζραὴλ ἐκ βεθσαὰν ἕως ἀβελμολὰ ἕως μαέβερ ἰεγμαάμ. ὑιὸς γαβὲρ ἐν ῥαμὼθ τοῦ γαλααδίτου. τούτου ἦσαν πόλεις ἰαὴρ ὑιοῦ μαναασῆ ἐν γαλαάδ. τούτω σχοίνισμα ἀργὼβ ἐν τῆ βασὰν ἑξήκοντα πόλεις μεγάλαι κὰι τειχήρεις κὰι μοχλοι̍ χαλκοῖ. ἀχιναδὰβ ὑιὸς ἀδδὼ μααναῒμ ἀχιμαὰς ἐν νεφθαλί. κὰι ὁῦτος ἔλαβε τὴν βασεμμὰθ θυγατέρα σολομῶντος ἐις γυναῖκα. βανέας ὑιὸς χουσι̍ ἐν ἀσὴρ κὰι ἐν βααλώθ. ἰωσαφὰτ ὑιὸς φαρουὲ ἐν ἰσάχαρ. σεμεὶ῀ ὑιὸς ἠλᾶ ἐν τῶ βενιαμίν. γαβὲρ ὑιὸς ὀυρι̍ ἐν γῆ γαλαὰδ γῆ σεὼν τοῦ βασιλέως τῶν ἀμορραίων κὰι ὢγ βασιλέως βασάν, κὰι νασι̍β ἐν τῆ γῆ ἰούδα ἑῖς. ἰου̍δας κὰι ἰσραὴλ πολλοὶ σφόδρα ὡς ἡ ἄμμος ἐπι̍ τῆς θαλάσσης ἐις πλῆθος ἐσθίοντες κὰι πίνοντες κὰι χαίροντες. κὰι σολομών ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις ἀπὸ ποταμοῦ γῆς ἀλλοφύλων κὰι ἕως ὁρίων ἀιγύπτου. κὰι ἦσαν προσφέροντες ἀυτῶ δῶρα, κὰι ἐδούλευον τῶ σολομῶντι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἀυτοῦ. κὰι τοῦτο ἄριστον τῶ σολομῶντι ἐν ἡμέρα μιᾶ, τριάκοντα κόροι σεμιδάλεως, κὰι ἑξήκοντα κόροι ἀλεύρου, δέκα μόσχοι ἐκλεκτοὶ κὰι ἔικοσι βόες νομάδες, κὰι ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων κὰι δορκάδων κὰι ὀρνίθων ἐκλεκτῶν κὰι νομάδων, ὅτι ἦν ἄρχων ἐν παντι̍ πέραν τοῦ ποταμοῦ ἀπὸ θάψα ἕως γαζὰ ἐν πάσαις ταῖς βασιλείαις ταῖς πέραν τοῦ ποταμοῦ. κὰι ἦν ἀυτῶ ἐιρήνη ἐκ πάντων τῶν μερῶν ἀυτοῦ κυκλόθεν. κὰι κατώκει ἰούδας κὰι ἰσραὴλ πεποιθότες ἕκαστος ἐις τὴν ἄμπελον ἀυτοῦ κὰι ὑπὸ τὴν συκῆν ἀυτοῦ ἀπὸ δὰν κὰι ἕως βηρσαβεὲ πάσας τὰς ἡμέρας σολομῶντος. κὰι ἦσαν τῶ σολομῶντι τεσσαράκοντα χιλιάδες ἐις ἅρματα, κὰι δώδεκα χιλιάδες ἱππέων. κὰι ἐχορήγουν ὁι καθεστάμενοι ὁῦτοι τῶ βασιλεῖ σολομῶντι κατὰ πάντα τὰ διηγγελμένα ἐπὶ τὴν τρα̍πεζαν τοῦ βασιλέως, ἕκαστος τὸν μῆνα ἀυτοῦ, ὀυ παρήλλασσον λόγον. κὰι τὰς κριθὰς κὰι τὸ ἄρχυρον τοῖς ἵπποις κὰι τοῖς ἅρμασιν ἔφερον ἐις τὸν τόπον ὁῦ ἂν ἦ ὁ βασιλεύς, ἕκαστος κατὰ τὴν σύνταξιν ἀυτοῦ. κὰι ἔδωκε κύριος φρόνησιν τῶ σολομῶντι, κὰι σοφίαν πολλη̍ν σφόδρα, κὰι χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. κὰι ἐπληθύνθη ἡ σοφία σολομῶντος ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων, κὰι ὑπὲρ πάντας φρονι̍μους ἀιγύπτου. κὰι ἐσοφι̍σατο ὑπὲρ πάντας ἀνθρώπους, κὰι ἐσοφίσατο ὑπὲρ ἀιθὰμ τὸν ἐζραΐτην, κὰι τὸν ἀιμὰν κὰι τὸν χαλκα̍λ κὰι τὸν δαρδαὲ ὑιὸν μαχώλ. κὰι ἐγένετο τὸ ὄνομα ἀυτοῦ ἐν πᾶσι τοῖς ἔθνεσι κύκλω. κὰι ἐλάλησε τρεῖς χιλιάδας παραβολάς. κὰι ἦσαν ὠδαὶ ἀυτοῦ πεντακισχίλιαι. κὰι ἐλάλησε περὶ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῶ λιβάνω κὰι ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης ἐκ τοῦ τοίχου. κὰι ἐλάλησε περι̍ τῶν κτηνῶν, κὰι περὶ τῶν πετεινῶν, κὰι περὶ τῶν ἑρπετῶν, κὰι περὶ τῶν ἰχθύων. κὰι παρεγένοντο πάντες ὁι λαοὶ ἀκούειν τὰς σοφίας σολομῶντος. κὰι ἐλάμβανε δῶρα παρὰ τῶν βασιλέων τῇς γῆς, ὅσοι ἤκουον τῇς σοφίας ἀυτοῦ. {BEGINNING OF EVEN MORE RESERVED APPROACH TOWARDS INTERPRETING COMBINING_VERTICAL_LINE_ABOVE MARKS. NOW I AM GOING WITH THE IDEA OF HOW I THINK IT WOULD HAVE BEEN USED BASED UPON MY INFLECTION OF READING WHILE I TRANSCRIBE THE SOURCE MATERIAL, COMBINED WITH HOW IT LOOKS IN THE SOURCE. IT IS ONLY VERY RARELY, I SUPPOSE, THAT I WILL BE USING THIS MARK HENCEFORTH. EDITORS ARE FREE TO ALTER MY WORK HERE HOWEVER THEY THINK IS BEST.}

Chapter 5

Και̍ ἁπέστειλε χειρὰμ βασιλεὺς τύρου τοὺς παῖδας ἀυτοῦ πρὸς σολομῶντα, ἤκουσε γὰρ ὅτι ἀυτὸν ἔχρισαν ἐις βασιλέα ἀντὶ δαυὶδ τοῦ πατρὸς ἀυτοῦ. ὅτι ἀγαπῶν ἦν χειρὰμ τὸν δαυι̍δ πάσας τὰς ἡμέρας. κὰι ἀπέστειλε σολομὼν πρὸς χειρὰμ λέγων, σὺ ὀῖδας δαυι̍δ τὸν πατέρα μου ὅτι ὀυκ ἠδύνατο ὀικοδομῆσαι ὀῖκον τῶ ὀνόματι κυρίου τοῦ θεοῦ μου ἀπὸ προσώπου τῶν πολέμων τῶν κυκλωσάντων ἀυτόν, ἕως τοῦ δοῦναι ἀυτοὺς κύριον ὑπὸ τὰ ἴχνη τῶν ποδῶν ἀυτοῦ. κὰι νῦν ἀνέπαυσεν κύριος ὁ θεός μου ἐμοὶ κυκλόθεν, ὀυκ ἔστιν ἐπίβουλος κὰι ὀυκ ἔστιν ἀπάντημα πονηρόν. κὰι ἰδοὺ ἐγὼ λέγω ὀικοδομῆσαι ὀῖκον τῶ ὀνόματι κυρίου τοῦ θεοῦ, καθὼς ἐλάλησεν κύριος πρὸς δαυὶδ τὸν πατέρα μου λέγων, ὁ ὑιός σου ὃν δώσω ἀντὶ σοῦ ἐπὶ τὸν θρόνον σου, ὁῦτος ὀικοδομήσει τὸν ὀῖκον τῶ ὀνόματί μου. κὰι νῦν ἔντειλαι κὰι κοψάτωσάν μοι ξύλα ἐκ τοῦ λιβάνου. ἰδοὺ ὁι δοῦλοί μου μετὰ τῶν δούλων σου, κὰι τὸν μισθὸν τῶν δούλων σου δώσω σοι κατὰ πάντα ὅσα ἂν ἔιπης. ὅτι σὺ ὀῖδας, ὅτι ὀυκ ἔστιν ἐν ἡμῖν ἐιδὼς κόπτειν ξύλα καθὼς ὁι σιδώνιοι. κὰι ἐγένετο ὡς ἤκουσε χειρὰμ τῶν λόγων σολομῶντος ἐχάρη σφόδρα. κὰι ἐῖπεν, ἐυλογητὸς κύριος σήμερον ὃς ἔδωκε τῶ δαυὶδ ὑιὸν φρόνημον ἐπὶ τὸν λαὼν τὸν πολὺν τοῦτον. κὰι ἀπέστειλε χειρὰμ πρὸς σολομῶντα λέγων, ἀκήκοα περὶ πάντων ὧν ἀπέσταλκας πρός με, ἐγὼ ποιήσω τὸ θέλημά σου ἐις ξύλα κέδρινα κὰι πεύκινα. ὁι δοῦλοί μου κατάξουσιν ἀυτὰ ἐκ οτῦ λιβάνου ἐις τὴν θάλασσαν, κὰι ἐγὼ θήσομαι ἀυτὰ ἐις σχεδίας ἕως τοῦ τόπου ὁῦ ἂν ἀποστείλης πρός με, κὰι ἐκτινάξω ἀυτὰ ἐκεῖ κὰι σὺ ἀρεῖς. κὰι σὺ ποιήσεις τὸ θέλημά μου τοῦ δοῦναι ἄρτους τῶ ὄικω μου. κὰι ἦν χειρὰμ διδοὺς τῶ σολομῶντι κέδρους κὰι πεύκας κατὰ πᾶν τὸ θέλημα ἀυτοῦ. κὰι σολομὼν ἔδωκε τῶ χειρὰμ ἔικοσι χιλιάδας κόρους πυροῦ μαχὰλ τῶ ὄικω ἀυτοῦ, κὰι ἔικοσι βαὶθ ἐλαίου κεκοπανισμένου. κατὰ τοῦτο ἐδίδου σολομὼν τῶ χειρὰμ κατ᾿ ἐνιαυτόν. κὰι κύριος ἔδωκε τῶ σολομῶντι σοφίαν καθὼς ἐλάλησεν ἀυτῶ. κὰι ἦν ἐιρήνη ἀναμέσον χειρὰμ κὰι ἀναμέσον σολομῶντος. κὰι διέθεντο διαθήκην ἀναμέσον ἑαυτῶν. κὰι ἀνήνεγκεν ὁ βασιλεὺς σολομὼν φόρον ἐκ παντὸς ἰσραήλ. κὰι ἦν ὁ φόρος τριάκοντα χιλιάδες ἀνδρῶν. κὰι ἀπέστειλεν ἀυτοὺς ἐις τὸν λίβανον, δέκα χιλιάδες ἐν τῶ μηνὶ ἀλλασσόμενοι, μῆνα ἕνα ἦσαν ἐν τῶ λιβάνω, κὰι δύο μῆνας ἐν τοῖς ὄικοις ἀυτῶν. κὰι ἀδονιρὰμ ἐπι̍ τοῦ φόρου. κὰι ἦσαν τῶ σολομῶντι ἑβδομήκοντα χιλιάδες ἀιρόντων ἄρσιν, κὰι ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῶ ὄρει, ἐκτὸς τῶν ἀρχόντων τῶν καθεσταμένων ἐπὶ τῶν ἔργων τοῦ σολομῶντος τρισχίλιοι κὰι τριακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα. κὰι ἐνετείλατο ὁ βασιλεύς, κὰι ἄιρουσι λίθους μεγάλους τιμίους ἐις τὸ θεμέλιον τοῦ ὄικου κὰι λίθους πελεκητούς. κὰι ἐπελέκησαν ὁι δοῦλοι σολομῶντος κὰι ὁι δοῦλοι χειρὰμ κὰι ὁι γίβλιοι, κὰι ἡτοίμασαν τοὺς λίθους κὰι τὰ ξύλα τοῦ ὀικοδομῆσαι τὸν ὀῖκον.

Chapter 6

Καὶ ἐγένετο ἐν τῶ ὀγδοηκοστῶ κὰι τετρακοσιοστῶ ἔτει τῆς ἐξόδου τῶν ὑιῶν ἰσραὴλ ἐκ τῆς ἀιγύπτου τῷ ἔτει τῶ τετάρτω ἐν τῶ δευτέρω μηνὶ βασιλεύοντος τοῦ βασιλέως σολομῶντος ἐπὶ τὸν ἰσραήλ, κὰι ὠκοδόμησε τὸν ὀῖκον τῶ κυρίω. κὰι ὁ ὀῖκος ὃν ὠκοδόμησεν ὁ βασιλεὺς σολομὼν τῶ κυρίω ἑξήκοντα πήχεις τὸ μῆκος ἀυτοῦ, κὰι ἔικοσι πήχεις τὸ πλάτος ἀυτοῦ,κὰι τριάκοντα πήχεις τὸ ὕψος ἀυτοῦ. κὰι τὸ ἐλὰμ κατὰ πρόσωπον οτῦ ναοῦ ἔικοσι πήχεις τὸ μῆκος ἀυτοῦ ἐπὶ τὸ πλάτος τοῦ ὄικου, κὰι δέκα ἐν πήχει τὸ πλάτος ἀυτοῦ κατὰ πρόσωπον τοῦ ὄικου. κὰι ἐποίησεν τῶ ὄικω θυρίδας δεδικτυωμένας κρυπτάς. κὰι ἐποίησεν ἐπὶ τὸν τοῖχον τοῦ ὄικου μέλαθρα κυκλόθεν τῶ ναῶ κὰι τῶ δαβίρ. κὰι ἐποίησε πλευρὰς κύκλω· ἡ πλευρὰ ἡ ὑποκάτω, πέντε πηχέων τὸ πλάτος ἀυτῆς. κὰι τὸ μέσον ἓξ πηχέων τὸ πλάτος, κὰι ἡ τρίτη ἑπτὰ πηχέων τὸ πλάτος ἀυτῆς, ὅτι διάστημα ἔδωκεν τῶ ὄικω κυκλόθεν ἔξωθεν τοῦ ὄικου, ὅπως μὴ ἐπιλαμβάνωνται τῶν τοίχων τοῦ ὄικου, ὁ γὰρ ὀῖκος ἐν τῶ ὀικοδομεῖσθαι ἀυτόν, λίθοις ὁλοκλήροις ἀκροτόμοις ὠκοδομήθη. κὰι σφύρα κὰι πέλεκυς κὰι πᾶν σκεῦος σιδηροῦν ὀυκ ἠκούσθη ἐν τῶ ὀικοδομεῖσθαι ἀυτόν. κὰι ὁ πηλὼν τῆς πλευρᾶς τῆς ὑποκάτωθεν ἐπὶ τὴν ὠμίαν τοῦ ὄικου τὴν δεξιάν, κὰι ἑλικτὴ ἀνάβασις ἐις τὸ μέσον κὰι ἐκ τῆς μέσης ἐπι̍ τὰ τριόροφα. κὰι ὠκοδόμησε τὸν ὀῖκον κὰι συνετέλεσεν ἀυτόν. κὰι ἐκοιλοστάθμει ἀυτὸν ἐν κέδροις. κὰι ὠκοδόμησε τοὺς ἐνδέσμους δι᾿ ὅλου τοῦ ὄικου πέντε πηχέων τὸ ὕψος ἀυτοῦ, κὰι συνέχεεν ἐνδέσμους ἐν ξύλοις κεδρίνοις. κὰι ἐγένετο λόγος κυρίου πρὸς σολομῶντα λέγων, ὁ ὀῖκος ὁῦτος ὃν σὺ ὀικοδομεῖς, ἐὰν ὁ δεύσης ἐν τοῖς προστάγμασί μου, κὰι τὰ κρίματά μου ποιῆς, κὰι φυλάσσης πάσας τὰς ἐντολάς μου ἀναστρέφεσθαι ἐν ἀυταῖς,στήσω τὸν λόγον μου μετὰ σοῦ ὃν ἐλάλησα πρὸς δαυι̍δ τὸν πατέρα σου κὰι κατασκηνώσω ἐν μέσω ὑιῶν ἰσραήλ, κὰι ὀυ καταλείψω τὸν λαόν μου ἰσραήλ. κὰι ὠκοδόμησεν σολομὼν τὸν ὀῖκον κὰι συνετέλεσεν ἀυτόν. κὰι ὠκοδόμησε τοὺς τοίχους τοῦ ὄικου ἔσωθεν διὰ ξύλων κεδρίνων ἀπὸ τοῦ ἐδάφους τοῦ ὄικου κὰι ἕως τῶν τοίχων κὰι ἕως τῶν δοκῶν. κὰι ἐκοιλοστάθμησε συνεχόμενα ἐν ξύλοις ἔσωθεν. κὰι περιέσχεν τὸ ἔσω τοῦ ὄικου ἐν πευκίναις πλευραῖς. κὰι ὠκοδόμησε τοὺς ἔικοσι πήχεις ἀπ᾿ ἄκρου τοῦ ὄικου τῶν πλευρῶν τῶν κεδρίνων ἀπὸ ἐδάφους ἕως τῶν δοκῶν. κὰι ἐποίησεν ἀυτὸν ἔσωθεν ἐκ τοῦ δαβὶρ ἐις τὸ ἅγιον τῶν ἁγίων. κὰι τεσσαράκοντα πηχέων ἦν ἀυτὸς ὁ ναὸς κατὰ πρόσωπον τοῦ δαβίρ, κὰι κέδρω περιεσκέπασε τὸν ὀῖκον ἔσωθεν. κὰι ἔγλυψεν κολαπτὰς κὰι διαπεπετασμένα πέταλα, πάντα κέδρινα, κὰι λίθος ὀυκ ἐφαίνετο. κὰι τὸ δαβὶρ ἐν μέσω τοῦ ὄικου ἔσωθεν, δοῦναι ἐκεῖ τὴν κιβωτὸν διαθήκης κυρίου. ἔικοσι πηχέων τὸ μῆκος κὰι ἔικοσι πηχέων τὸ πλάτος,κὰι ἔικοσι πηχέων τὸ ὕψος ἀυτοῦ. κὰι περιέσχεν ἀυτὸ χρυσίω συγκεκλεισμένω. κὰι ἐποίησε θυσιαστήριον κατὰ πρόσωπον τοῦ δαβίρ, κὰι περιέσχεν ἀυτὸ χρυσίω. κὰι ὅλον τὸν ὀῖκον περιέσχε χρυσίω, ἕως συντελείας παντὸς οτῦ ὄικου. κὰι ἐποίησεν ἐν τῶ δαβὶρ δύο χερουβὶμ ἐκ ξύλων κυπαρυσσίνων δέκα πηχέων τὸ μέγεθος ἐσταθμωμένον,κὰι πέντε πηχέων τὸ πτερύγιον τοῦ χεροὺβ τοῦ ἑνός, κὰι πέντε πηχέων τὸ πτερύγιον ἀυτοῦ τὸ δεύτερον. δέκα ἐν πήχει ἀπὸ μέρους πτερυγίου ἀυτοῦ κὰι ἕως μέρους πτεργυίου ἀυτοῦ. κὰι τῶ δευτέρω χεροὺβ ἐν μέτρω ἑνὶ συντέλεια μία μετὰ ἀμφοτέρων. κὰι τὸ ὕψος τοῦ χεροὺβ τοῦ ἐνὸς δέκα ἐν πήχει. ὅυτως κὰι τὸ δεύτερον χερούβ. κὰι ἔθηκεν ἀμφότερα τὰ χερουβὶμ ἐνμέσω τοῦ ὄικου τοῦ ἐσωτάτου. κὰι διεπέτασε τὰς πτέρυγας ἀυτῶν, κὰι ἥπτετο ἡ πτέρυξ ἡ μία τοῦ τοίχου τοῦ ὄικου, κὰι ἡ πτέρυξ τοῦ χεροὺβ τοῦ δευτέρου ἥπτετο τοῦ τοίχου τοῦ ἑτέρου. κὰι ἁι πτέρυγες ἀυτῶν ἐν μέσω τοῦ ὄικου ἥπτοντο πτέρυξ πτέρυγος: κὰι περιέσχε τὰ χερουβὶμ χρυσίω,κὰι πάντας τοὺς τοίχους τοῦ ὄικου κύκλω ἐν κολαπτοῖς ἔγλυψεν ἐν γραφίδι χερουβίμ, κὰι φοίνικας κὰι διαπεπετασμένα πέταλα τῶ ἐσωτέρω κὰι τῶ ἐξωτέρω. κὰι τὸ ἔδαφος τοῦ ὄικου περιέσχε χρυσίω τοῦ ἐσωτάτου κὰι τοῦ ἐξωτάτου. κὰι τῶ θυρώματι τοῦ δαβὶρ ἐποίησε θύρας ἐκ ξύλων ἀρκευθίνων. {HENCEFORTH THE APPARENT COLONS IN THE SOURCE MATERIAL WILL BE INTERPRETED AS PERIODS ACCORDING TO THE INTERLINEAR LATIN TEXT UNLESS IT IS ENTIRELY UNAMBIGUOUSLY A COLON MARK. IF THE DOT OF THE PERIOD IS RAISED OFF THE LINE AS IF IT WERE IN THE MIDDLE OF THE LINE, IT WOULD POSSIBLY BE A COLON THEREFORE, BUT FOR THE PURPOSES OF AVOIDING THE INTERPRETIVE GUESSWORK IN THE TEXT, I WILL DEFER TO THE LATIN PERIOD HENCEFORTH AND NO LONGER INDICATE A GREEK COLON MARK AT ALL. YOUR OPINION MAY DIFFER, THAT THIS GOES AGAINST THE PURPOSE OF THIS WORK, BUT I MUST "DRAW THE LINE" ABOUT HOW I TRANSCRIBE THESE LINES AND DOTS SO AS TO TRY TO GET AT WHAT IT ACTUALLY IS SUPPOSED TO BE ON THE PAGE. I AM ALSO GOING TO MAKE A POLICY FOR MYSELF OF NOT FIXING ANYTHING ABOUT THE TEXT, BUT NOTING THE QUESTIONABLE TEXT OR NOTICED POTENTIAL ERRORS IN BRACES FOR AIDING FUTURE NOTES ABOUT THEM.} κὰι φλιὰς πενταπλὰς κὰι δύο θύρας ἐκ ξύλων πευκίνων. κὰι ἐγκολαπτὰ ἐπ᾿ ἀυτὸν ἐγκεκολαμμένα, ἐπ᾿ ἀυτῶν χερουβὶμ κὰι φοίνικες, κὰι διαπεπετασμένα πέταλα. κὰι περιέσχεν χρυσίω, κὰι κατέβαινεν ἐπὶ τὰ χερουβὶμ κὰι ἐπὶ τοὺς φοίνικας τὸ χρυσίον. κὰι ὅυτως ἐποίησε τῶ πυλῶνι τοῦ ναοῦ. φλιαὶ ἐκ ξύλων ἀρκευθίνων, στοαὶ τετραπλῶς, κὰι ἐν ἀμφοτέραις ταῖς θύραις ξύλα πεύκινα δύο πτυχαὶ ἡ θύρα μία κὰι στροφεῖς ἀυτῶν, κὰι δύο πτυχαὶ ἡ θύρα ἡ δευτέρα, στρεφόμεναι ἐγκεκολαμμέναι χερουβὶμ κὰι φοίνικες,κὰι διαπεπετασμένα πέταλα, κὰι περιεχόμενα χρυσίω καταγομένω ἐπὶ τὴν ἐκτύπωσιν. κὰι ὠκοδόμησε τὴν ἀυλὴν τὴν ἐσωτέραν, τρεῖς στι̍χους διὰ πελεκητῶν, κὰι στίχος κατειργασμένης κέδρου κυκλόθεν. ἐν τῶ τετάρτω ἔτει ἐθεμελιώθη ὁ ὀῖκος κυρίου ἐν μηνὶ ζίου. κὰι ἐν ἔτει ἑνδεκάτω ἐν μηνὶ βούλ, ὁῦτός ἐστιν μὴν ὄγοος, συνετέλεσε τὸν ὀῖκον κατὰ πάντας τοὺς λόγους ἀυτοῦ κὰι κατὰ πάντα τὰ κρίματα ἀυτοῦ.κὰι ὠκοδόμησεν ἀυτὸν ἐν ἑπτὰ ἔτεσιν.

Chapter 7

Καὶ ὠκοδόμησε σολομὼν τὸν ὀῖκον ἀυτοῦ τῶ τρεισκαιδεκάτω ἔτει,κὰι συνετέλεσεν ὅλον τὸν ὀῖκον ἀυτοῦ, κὰι ὠκοδόμησεν τὸν ὀῖκον δρυμοῦ τοῦ λιβάνου, ἑκατὸν πηχέων τὸ μῆκος ἀυτοῦ, κὰι πεντήκοντα πηχέων τὸ πλάτος ἀυτοῦ, κὰι τριάκοντα πηχέων τὸ ὕψος ἀυτοῦ ἐπὶ τεσσάρων στίχων στύλων κεδρίνων, κὰι ὠμίαι κέδριναι τοῖς στύλοις. κὰι ἐφάτνωσε κέδρω τὸν ὀῖκον ἄνωθεν ἐπὶ τῶν πλευρῶν τῶν στύλων. κὰι ὁ ἀριθμὸς τῶν στύλων πέντε κὰι τεσσαράκοντα, ὁ στίχος ὁ ἑῖς δέκα κὰι πέντε. κὰι μέλαθρα τρία, κὰι χώρα ἐπὶ χώραν τριασσῶς. κὰι πάντα τὰ θυρώματα κὰι ἁι χῶραι τετράγωνοι μεμελαθρωμέναι, ἀπὸ θύρας ἐπὶ θύραν τρισσῶς. κὰι τὸ ἐλὰμ τῶν στύλων πεντήκοντα πηχέων τὸ μῆκος, κὰι τριάκοντα πηχέων ἐν πλάτει, ἐζυγωμένα ἐλὰμ ἐπὶ πρόσωπον ἀυτῶν. κὰι στύλοι κὰι πάχος ἐπι̍ πρόσωπον ἀυτοῖς, κὰι τὸ ἐλὰμ τοῦ θρόνου ὁῦ κρινεῖ ἐκεῖ, ἐλὰμ τοῦ κριτηρίου. κὰι ἐφάτνωσεν κεδρίνοις ἀπὸ ἐδάφους ἕως ὑπερώου. κὰι ὁ ὀῖκος ἀυτοῦ ἐν ὧ καθήσεται ἐκεῖ, κὰι ἀυλὴ μία ἐξελισσομένη τούτοις κατὰ τὸ ἔργον τοῦτο. κὰι ὠκοδόμησεν ὀῖκον σολομὼν τῆ θυγατρῒ φαραώ, ἣν ἔλαβεν σολομών, κατὰ τὸ ἐλὰμ τοῦτο. ταῦτα πάντα ἐκ λίθων τιμίων κεκολαμμένα, ἐκ διαστήματος ἔσωθεν κὰι ἔξωθεν ἐκ τῶν θεμελίων ἕως τῶν γείσων, κὰι ἔξωθεν ἐις τὴν ἀληὴν τὴν μεγάλην τὴν τεθεμελιωμένην λίθοις τιμίοις μεγάλοις δέκα πήχεσι κὰι ὀκταπήχεσι,κὰι ἐπάνωθεν λίθοις τιμίοις κατὰ τὸ ἀυτὸ μέτρον πελεκητοῖς κὰι κέδροις, τῆς ἀυλῆς τῆς μεγάλης κύκλω τρεῖς στίχοι πελεκητῶν, κὰι στίχος ἐγγεκολαμμένης κέδρου, κὰι τῆ ἀυλῆ ὄικου κυρίου τὸ ἔσωθεν κὰι τῶ ἐλὰμ τοῦ ὄικου. κὰι ἀπέστειλεν ὁ βασιλεὺς σολομών, κὰι ἔλαβε τὸν χειρὰμ ἐκ τύρου ὑιὸν γυναικὸς χήρας, κὰι ὁῦτος ἀπὸ τῇς φυλῆς νεφθαλίμ. {I DECIDED TO JUST NO LONGER USE THE COMBINING_VERTICAL_LINE_ABOVE MARK, EXCEPT IF IT IS A VERTICAL LINE AND I CANNOT DETERMINE WHICH OTHER MARK IS BEST TO USE INSTEAD. IN OTHER WORDS, IT WILL BE RESERVED AS A FALLBACK AS NEEDED. MY APOLOGIES IF THIS MATTERED TO ANYONE. NOTE THAT IF YOU SEE A COMBINING_VERTICAL_LINE_ABOVE IN TEXT HENCEFORTH, AND IT LOOKS WEIRDLY PLACED, IT'S MY TYPOGRAPHICAL ERROR WHERE I MEANT TO USE A CIRCUMFLEX. SUCH A CIRCUMFLEX KEY-PRESS TYPOGRAPHICAL ERROR WOULD HAVE APPEARED IN MY PREVIOUS TRANSCRIPTION WORK TO BE A STRAY FINAL SIGMA.} κὰι ὁ πατὴρ ἀυτοῦ ἀνὴρ τύριος τέκτων χαλκοῦ, κὰι πεπληρωμένος τῆς σοφίας τῆς τέχνης κὰι συνέσεως κὰι ἐπιγνώσεως τοῦ ποιεῖν πᾶν ἔργον ἐν χαλκῶ. κὰι ἐισήχθη πρὸς τὸν βασιλέα σολομῶντα, κὰι ἐποίησε πᾶν ἔργον, κὰι ἐχώνευσε τοὺς δύο στύλους, δέκα κὰι ὀκτὼ πήχεις τὸ ὕψος τοῦ στύλου, κὰι τὸ περίμετρον δύο κὰι δέκα πηχέων σπαρτίον ἐκύκλου ἀυτόν. κὰι ὅυτως ὁ στύλος ὁ δεύτερος. κὰι δύο ἐπιθέματα ἐποίησε, δοῦναι ἐπὶ τὰς κεφαλὰς τῶν στύλων χωνευτὰ χαλκᾶ. κὰι πέντε πηχέων τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ ἑνός, κὰι πέντε πηχέων τὸ ὕψος τοῦ δευτέρου,κὰι ἐποίησε δίκτυα ἐπικαλύψαι τὰ ἐπιθέματα τῶν στύλων, ἑπτὰ τῶ ἐπιθέματι τῶ ἑνί, κὰι ἑπτὰ τῶ ἐπιθέματι τῶ δευτέρω ἔργον κρεμαστόν. δύο στίχοι ῥοῶν χαλκῶν δεδυκτυωμένοι ἔργον κρεμαστόν, στίχος ἐπὶ στίχον. κὰι ὅυτως ἐποίησε ἐπιθέματι τῶ δευτέρω. κὰι ἐπιθέματα ἐπὶ τῶν κεφαλῶν τῶν στύλων, ἔργον κρίνου κατὰ τὸ ἐλὰμ τεσσάρων πηχέων. κὰι μέλαθρον ἐπ᾿ ἀμφοτέρων τῶν στύλων, κὰι ἐπάνωθεν τῶν πλευρῶν ἐπίθεμα, κὰι τῶν ῥοῶν διακόσιοι στίχοι ἐπὶ τῆς κεφαλίδος τῆς δευτέρας. κὰι ἔστησε τοὺς στύλους τοῦ ἐλὰμ τοῦ ναοῦ. κὰι ἔστησε τὸν στύλον τὸν δεξιόν, κὰι ἐπεκάλεσε τὸ ὄνομα ἀυτοῦ ἰαχίν. κὰι ἔστησε τὸν στύλον τὸν δεύτερον τὸν ἀριστερόν, κὰι ἐπεκάλεσε τὸ ὄνομα ἀυτοῦ βόαζ. κὰι ἐπὶ τῶν κεφαλῶν τῶν στύλων ἔργον κρίνου. κὰι ἐτελειώθη τὸ ἔργον τῶν στύλων. κὰι ἐποίησε τὴν θάλασσαν χυτὴν δέκα ἐν πήχει ἀπὸ τοῦ χείλους ἀυτῆς ἕως τοῦ χείλους στρογγύλην κύκλω ἀυτῆς, πέντε ἐν πήχει τὸ ὕψος ἀυτῆς. κὰι συνηγμένα τριάκοντα πήχεις ἐκύκλουν ἀυτήν. κὰι ὑποστηρίγματα ὑποκάτω τοῦ χείλους ἀυτῆς κυκλόθεν ἐκύκλουν ἀυτήν. δέκα ἐν πήχει ἀνίσταν τὴν θάλασσαν κυκλόθεν. δύο στίχοι ὑποστηριγμάτων χυτῶν ἐν τῶ χονευτηρίω ἀυτῶν. κὰι δώδεκα βόες ὑποκάτω τῆς θαλάσσης, ὁι τρεῖς ἐπιβλέποντες βορράν, κὰι ὁι τρεῖς ἐπιβλέποντες θάλασσαν, κὰι ὁι τρεῖς ἐπιβλέποντες νότον, κὰι ὁι τρεῖς ἐπιβλέποντες ἀνατολάς, κὰι ἡ θάλασσα ἐπ᾿ ἀυτῶν ἐπάνωθεν, κὰι πάντων τὰ ὀπίσθια ἐις τὸ ἔνδον. κὰι τὸ πάχος ἀυτῆς παλαιστῆς, κὰι τὸ χεῖλος ἀυτῆς ὡσεὶ ἔργον χείλους ποτηρίου βλαστῶν κρίνον, δύο χιλιάδας χόεις ἐχώρει.κὰι ἐποίησε δέκα μεχωνὼθ χαλκᾶς τεσσάρων πηχέων τὸ μῆκος μεχωνὰ τῆς μιᾶς κὰι τεσσάρων πηχέων τὸ πλάτος ἀυτῆς,κὰι τριῶν πηχέων τὸ ὕψοσ ἀυτῆς.κὰι τοῦτο τὸ ἔργον τῆς μεχωνὰ συγκλειστὸν ἀυτῆς, κὰι συγκλειστὸν ἀναμέσον τῶν ἐξεχομένων. κὰι ἐπὶ τὰ συγκλείσματα ἀναμέσον ἐξεχομένων λέοντες κὰι βόες κὰι χερουβίμ. κὰι ἐπὶ τῶν ἐξεχομένων ὅυτω κὰι ἐπάνωθεν, κὰι ὑποκάτωθεν τῶν λεόντων κὰι τῶν βοῶν χῶραι ἔργον καταβάσεως. κὰι τέσσαρες τροχοὶ χαλκοῖ τῆ μεχωνὰ τῆ μιᾶ κὰι τὰ προέχοντα χαλκᾶ κὰι τέσσαρα μέρη ἀυτῆς, ὠμίαι ἀυτῶν ὑποκάτωθεν τῶν λουτήρων, κὰι ὠμίαι κεχυμέναι ἀπὸ πέραν ἀνδρὸς προσκείμεναι. κὰι τὸ στόμα ἀυτοῦ ἔσωθεν τῆς κεφαλίδος κὰι ἄνω ἐν πήχει. κὰι τὸ στόμα ἀυτοῦ στρογγυλοῦν, ποίημα ὅυτω πήχεως κὰι ἡμίσεως πήχεως. κὰι ἐπὶ τοῦ στόματος ἀυτοῦ διατορεύματα κὰι διάπηγα ἀυτῶν τετράγωνα ὀυ στρογγύλα. κὰι τέσσαρες ὁι τροχοὶ ὑποκότωθεν τῶν διαπήγων. κὰι χεῖρες ἐν τοῖς τροχοῖς ἐν τῆ μεχωνά. κὰι τὸ ὕψος τοῦ τροχοῦ τοῦ ἑνὸς πήχεως κὰι ἡμίσους. κὰι τὸ ἔργον τῶν τροχῶν ὡς ἔργον τροχῶν ἅρματος. κὰι ἁι χεῖρες ἀυτῶν κὰι ὁι νῶτοι ἀυτῶν κὰι ἁι πραγματεῖαι ἀυτῶν τὰ πάντα χωνευτά. κὰι τέσσαρες ὠμίαι ἐπὶ τῶν τεσσάρων γωνιῶν τῆς μεχωνὰ τῆς μιᾶς, ἐκ τῆς μεχωνὰ ὁι ὦμοι ἀυτῆς. κὰι ἐπὶ τῆς κεφαλῆς μεχωνὰ ἥμισυ τοῦ πήχεως μέγεθος ἀυτῆς στρογγύλο{ι} κύκλω ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνά. κὰι ἁι χεῖρες ἀυτῆς κὰι τὰ συγκλείσματα ἀυτῆς ἀπ᾿ ἀυτῆς. κὰι ἠνοίγετο ἐπὶ τὰς ἀρχὰς τῶν χειρῶν ἀυτῆς. κὰι τὰ συγκλείσματα ἀυτῆς χερουβὶμ κὰι λέοντες κὰι φοίνικες ἐστῶτα, ἕκαστον ἐχόμενον κατὰ πρόσωπον ἀυτοῦ ἔσωθεν κυκλόθεν. κατὰ ταύτην ἐποίησε τὰς δέκα μεχωνὼθ τάξιν μίαν κὰι μέτρον ἓν ἐν πάσαις. κὰι ἐποίησε δέκα χυτρογαύλους χαλκοῦς τεσσαράκοντα χόεις χωροῦντα τὸν ἕνα χυτρόγαυλον μετρήσει τεσσάρων πηχέων. κὰι χυτρόγαυλος ὁ ἑῖς ἐπὶ τὴν μεχωνὰ τὴν μίαν ταῖς δέκα μεχωνώθ. κὰι ἔθετο τὰς δέκα μεχωνὼθ πέντε ἀπὸ τῆς ὠμίας τοῦ ὄικου τοῦ ἐκδεξιῶν, κὰι πέντε ἀπὸ τῇς ὠμίας τοῦ ὄικου τοῦ ἐξαριστερῶν. κὰι ἡ θάλασσα ἀπὸ τῆς ὠμίας τοῦ ὄικου ἐκδεξιῶν κατὰ ἀνατολὰς ἀπὸ τοῦ κλίτους τοῦ νότου. κὰι ἐποίησε χειρὰμ τοὺς λέβητας κὰι τὰς θερμαστρεῖς κὰι τὰς φιάλας. κὰι συνετέλεσε χειρὰμ ποιῶν πάντα τὰ ἔργα ὅσα ἐποίησε τῶ βασιλεῖ σολομῶντι ἐν τῶ ὄικω κυρίου. τοὺς δύο στύλους κὰι τὰ στρεπτὰ τῶν γλυφῶν τὰ ὄντα ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο. κὰι δίκτυα δύο τοῦ καλύπτειν ἀμφότερα τὰ στρεπτὰ τῶν γλυφῶν τὰ ὄντα ἐπὶ τῶν στύλων. κὰι τὰς ῥόας ἀμφοτέροις τοῖς δικτύοις τετρακοσίας. δύο στίχοι ῥοῶν τῶ δικτύω τῶ ἑνί, τοῦ περικαλύπτειν ἀμφότερα τὰ στρεπτὰ τὰ ὄντα ἐπ᾿ ἀμφοτέρων τῶν στύλων. κὰι τὰς δέκα μεχωνώθ, κὰι τοὺς χυτρογαύλους τοὺς δέκα ἐπὶ τῶν μεχωνώθ, κὰι τὴν θάλασσαν μίαν, κὰι τοὺς δώδεκα βόας τοὺς ὑποκάτω τῇς θαλάσσης, κὰι τοὺς λέβητας κὰι τὰς θερμαστρεῖς κὰι τὰς φιάλας, κὰι πάντα τὰ σκεύη συνετέλεσεν, ἃ ἐποίησε χειρὰμ τῶ βασιλεῖ σολομῶντι ἐν τῶ ὄικω κυρίου χαλκᾶ ἄρδην. ἐν τῶ περιοίκω τοῦ ἰορδάνου ἐχώνευσεν ἀυτὰ ὁ βασιλεὺς ἐν τῶ πάχει τῆς γῆς ἀναμέσον σοκχὼθ κὰι ἀναμέσον σαρθάν. κὰι ἔδωκε σολομὼν ὁ βασιλεὺς πάντα τὰ σκεύη, ἐκ πλήθους σφόδρα ὀυκ ἦν σταθμὸς τοῦ χαλκοῦ. κὰι ἐποίησεν ὁ σολομὼν πάντα τὰ σκεύη ἐν τῶ ὄικω κυρίου, τὸ θυσιαστήριον τὸ χρυσοῦν, κὰι τὴν τράπεζαν ἐφ{῾} ἧς ὁι ἄρτοι τῆς προθέσεως χρυσῆν, κὰι τὰς λυχνίας πέντε ἐκδεξιῶν κὰι πέντε ἐξευωνύμων κατὰ πρόσωπον τοῦ δαβὶρ χρυσᾶς συγκεκλεισμένας,κὰι τὰ λαμπάδια, κὰι τοὺς λύχνους,κὰι τὰς ἐπαρυστρίδας χρυσᾶς, κὰι τὰ πρόθυρα, κὰι ὁι ἧλοι, κὰι ἁι φιάλαι,κὰι τὰ τρυβλία, κὰι ἁι θυΐσκαι χρυσᾶι, συγκλειστά. κὰι θυρώματα τῶν θυρῶν τοῦ ὄικου τοῦ ἐσωτάτου τοῦ ἁγίου τω̍ν ἁγίων, κὰι τὰς θύρας τοῦ ὄικου ναοῦ χρυσᾶς. κὰι ἀνεπληρώθη τὸ ἔργον, ὃ ἐποίησε σολομὼν τῶ ὄικω κύριου, κὰι ἐισήνεγκε σολομὼν τὰ ἅγια δαυὶδ τοῦ πατρὸς ἀυτοῦ, τὸ ἀργύριον κὰι τὸ χρυσίον κὰι τὰ σκεύη ἔδωκεν ἐις τοὺς θυσαυροὺς ὄικου κυρίου.

Chapter 8

Τότε ἐξεκκλησίασεν ὁ βασιλεὺς σολομὼν πάντας τοὺς πρεσβυτέρους ἰσραὴλ κὰι πάντας ἄρχοντας φυλῶν ἡγεμόνας πατριῶν ὑιῶν ἰσραὴλ πρὸς τὸν βασιλέα σολομῶντα ἐν ἱερουσαλήμ, τοῦ ἐνεγκεῖν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐκ πόλεως δυαίδ, ἅυτη ἐστὶ σιὼν ἐν μηνὶ ἀθανὶμ ἐν ἑορτῆ, ἀυτός ἐστιν μὴ ἕβδομος. κὰι ἦλθον πάντες ὁι πρεσβύτεροι ἰσραήλ. κὰι ἦραν ὁι ἱερεῖς τὴν κιβωτὸν κὰι τὸ σκήνωμα τοῦ μαρτυρίου κὰι πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῶ σκηνώματι τοῦ μαρτυρίου. κὰι ὁ βασιλεὺς κὰι πᾶς ὁ λαὸς ἰσραὴλ ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες βόας κὰι πρόβατα ἀναρΐθμητα. κὰι ἐισφέρουσιν ὁι ἱερεῖς τὴν κιβωτὸν διαθήκης κυρίου ἐις τὸν τόπον ἀυτῆς ἐις τὸν δαβὶρ τοῦ ὄικου ἐις τὰ ἅγια τῶν ἁγίων ὑπὸ τὰς πτέρυγας τῶν χερουβίμ, ὅτι τὰ χερουβὶμ διαπεπετασμένα ταῖς πτέρυξιν ἐπὶ τόπον τῇς κιβωτοῦ. κὰι περιεκάλυπτον τὰ χερουβὶμ ἐπὶ τὴν κιβωτὸν κὰι ἐπὶ τὰ ἅγια ἀυτῆς ἐπάνωθεν,κὰι ὑπερεῖχον τὰ ἡγιασμένα κὰι ἐβλέποντο ἁι κεφαλαὶ τῶν ἡγιασμένων ἐκ τῶν ἁγίων ἐπὶ πρόσωπον τοῦ δαβίρ. κὰι᾿υκ ὠπτάνοντο ἔξω, κὰι ἦσαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης. κὰι ὀυκ ἦν ἐν τῆ κιβωτῶ πλὴν ἁι δύο πλάκες λίθιναι πλάκες τῆς διαθήκης, ἃς ἔθηκεν ἐκεῖ μωυσῆς ἐν χωρήβ, ἃς διέθετο κύριος μετὰ τῶν ὑιῶν ἰσραὴλ ἐν τῶ ἐκπορεύεσθαι ἀυτοὺς ἐκ γῆς ἀιγύπτου. κὰι ἐγένετο ὡς ἐξῆλθον ὁι ἱερεῖς ἐκ τοῦ ἁγίου κὰι ἡ νεφέλη ἀνέπλησε τὸν ὀῖκον κυρίου. κὰι ὀυκ ἠδύναντο ὁι ἱερεῖς στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἐνέπλησε δόξα κυρίου τὸν ὀῖκον κυρίου. τότε ἐῖπε σολομών, κύριος ἐῖπεν, τοῦ κατασκηνῶσαι ἐν γνώφω. κὰι ἐγὼ ὠκοδόμησα ὀῖκον τῶ ὀνόματί σου ἅγιόν σοι κὰι ἕτοιμον, κὰι τῆ καθέδρα σου τοῦ κακασκηνῶσαί σε ἐν ἀυτῶ ἐις τοὺς ἀιῶνας. κὰι ἐπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον ἀυτοῦ κὰι ἐυλόγησε τὸν πάντα ἰσραήλ. κὰι πᾶσα ἡ ἐκκλησία ἰσραὴλ ἑιστήκει. κὰι ἐῖπεν, ἐυλογητὸς κύριος ὁ θεὸς ἰσραήλ, ὃς ἐλάλησεν ἐν στόματι ἀυτοῦ περὶ δαυὶδ τοῦ πατρός μου, κὰι ἐν ταῖς χερσὶν ἀυτοῦ ἐπλήρωσεν λέγων, ἀφ᾿ ἧς ἡμέρας ἀνήγαγον τὸν λαόν μου ἰσραὴλ ἐξ ἀιγύπτου ὀυκ ἐξελεξάμην ἐν πόλει ἐν ἑνὶ σκήπτω ἰσραήλ, τοῦ ὀικοδομῆσαι ὀῖκον τοῦ ἐῖναι τὸ ὄνομά μου ἐκεῖ, ἀλλ̍ ἐξελεξάμην ἐν δαυὶδ τοῦ ἐῖναι ἡγούμενον ἐπὶ τὸν λαόν μου ἰσραήλ. κὰι ἐγένετο ἐπὶ τῆς καρδίας δαυὶδ τοῦ πατρός μου ὀικοδομῆσαι ὀῖκον τῶ ὀνόματι κυρίου τοῦ θεοῦ ἰσραήλ. κὰι ἐῖπε κύριος πρὸς δαυὶδ τὸν πατέρα μου, ὅτι ἐγένετο ἐπὶ τὴν καρδίαν σου ὀικοδομῆσαι ὀῖκον τῶ ὀνόματί μου, ἠγάθυνας, ὅτι ἐγένετο ἐπὶ τὴν καρδίαν σου. πλὴν ὀυ σὺ ὀικοδομήσεις τὸν ὀῖκον, ἀλλ̍ ἢ ὁ ὑιός σου ὁ ἐξελθὼν ἐκ τῶν πλευρῶν σου, ὁῦτος ὀικοδομήσει ὀῖκον τῶ ὀνόματί μου. κὰι ἀνέστησε κύριος τὸ ῥῆμα ἀυτοῦ ὃ ἐλάλησε, κὰι ἀνέστην ἀντὶ δαυὶδ τοῦ πατρός μου, κὰι ἐκάθισα ἐπὶ τοῦ θρόνου ἰσραήλ, καθὼς ἐλάλησε κύριος. κὰι ὠκοδώμησα ὀῖκον τῶ ὀνόματι κυρίου τοῦ θεοῦ ἰσραήλ, κὰι ἐθέμην ἐκεῖ τόπον τῆ κιβωτῶ ἐν ἧ ἐστιν ἐκεῖ ἡ διαθῄκη θεοῦ ἣν διέθετο κύριος μετὰ τῶν πατέρων ἡμῶν ἐν τῶ ἐξαγαγεῖν ἀυτὸν ἀυτοὺς ἐκ γῆς ἀιγύπτου. κὰι ἕστη σολομὼν κατὰ πρόσωπον τοῦ θυσιαστηρίουκυρίου ἐνώπιον πάσης ἐκκλησίας ἰσραήλ. κὰι διεπέτασε τὰς χεῖρας ἀυτοῦ ἐις τὸν ὀυρανὸν κὰι ἐῖπε, κύριε ὁ θεὸς τοῦ ἰσραήλ, ὀυκ ἔστιν ὡς σὺ θεὸς ἐν τῶ ὀυρανῶ ἄνω κὰι ἐπὶ τῆς γῆς κάτω, φυλάσσειν διαθήκην κὰι ἔλεος τῶ δούλω σου τῶ πεπορευμένω ἐνώπιόν σου ἐν ὅλη καρδία ἀυτοῦ, ἃ ἐφύλαξας τῶ δούλω σου δαυὶδ τῶ πατρί μου. ἃ ἐλάλησας ἐν τῶ στόματί σου, κὰι ἐν ταῖς χερσί σου ἐπλήρωσας ὡς ἡ ἡμέρα ἅυτη. κὰι νῦν κύριε ὁ θεὸς ἰσραήλ, φύλαξον δαυὶδ τῶ δούλω σο{ι} τῶ πατρί μου ἃ ἐλάλησας ἀυτῶ λέγων. ὀυκ ἐξαρθήσεταί σοι ἀνὴρ ἐκ προσώπου μου καθήμενος ἐπὶ θρόνον ἰσραήλ, πλὴν ἐὰν φυλάξωνται ὁι ὑιοί σου τὰς ὁδοὺς ἀυτῶν τοῦ πορεύεσθαι ἐνώπιόν μου καθώς ἐπορεύθης σὺ ἐνώπιόν μου, κὰι νῦν κύριε ὁ θεὸς ἰσραὴλ πιστωθήτω δὴ τὸ ῥῆμά σου δαυὶδ τῶ πατρί μου, ὅτι ἐι ἀληθῶς κατοικήσει ὁ θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; ἐι ὁ ὀυρανὸς κὰι ὁι ὀυρανοὶ τῶν ὀυρανῶν ὀυκ ἀρκέσου{ }σί σοι, πῶς ὁ ὀῖκος ὁῦτος ὃν ὠκοδόμησα τῶ ὀνόματί σου; κὰι ἐπιβλέψη κὰι ἐπὶ τὴν προσευχήν μου ἐπὶ τὴν δέησίν μου κύριε ὁ θεὸς ἰσραήλ, ἀκούειν τῆς δεήσεως κὰι τῆς προσευχῆς, ἧς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου πρὸς σὲ σήμερον, τοῦ ἐῖναι ὀφθαλμούς σου ἀνεωγμένους ἐις τὸν ὀῖκον τοῦτον ἡμέρας κὰι νυκτὸς ἐις τὸν τόπον τοῦτον, ὃν ἐῖπας ἔσται τὸ ὄνομά μου, τοῦ ἐισακούειν τῆς προσευχῆς ἧς προσεύχεται ὁ δοῦλός σου ἐις τὸν τόπον τοῦτον, κὰι ἐισακούση τῆς δεήσεως τοῦ δούλου σου κὰι τοῦ λαοῦ σου ἰσραὴλ ὅσα ἂν προσεύξωνται ἐις τὸν τόπον τοῦτον. κὰι σὺ ἐισακούση ἐν τῶ τόπω τῆς κατοικήσεώς σου ἐν τῶ ὀυρανῶ,κὰι ποιήσεις κὰι ἵλεως ἔση, ὅσα ἂν ἁμάρτη ἄνθρωπος τῶ πλησίον ἀυτοῦ. κὰι ἐὰν λάβη ἐπ᾿ ἀυτὸν ἀρὰν τοῦ ἀράσασθαι ἀυτόν,κὰι ἔλθη κὰι ἐξαγορεύση κατὰ πρόσωπον τοῦ θυσιαστηρίου σου ἐν τῶ ὄικω τούτω, κὰι ἐισακούση ἐκ τοῦ ὀυρανοῦ κὰι ποιήσεις κὰι κρινεῖς τὸν λαόν σου ἰσραήλ. τοῦ ἀνομῆσαι ἄνομον, δοῦναι τὴν ὁδὸν ἀυτοῦ ἐις κεφαλὴν ἀυτοῦ, κὰι τοῦ δικαιῶσαι δίκαιον δοῦναι ἀυτῶ κατὰ τὴν δικαιοσύνην ἀυτοῦ. ἐν τῶ πταῖσαι τὸν λαόν σου ἰσραὴλ ἐνώπιον ἐχθρῶν ἀυτῶν, ὅτι ἁμαρτήσονταί σοι, κὰι ἐπιστρέψουσι κὰι ἐξομολογήσονται τῶ ὀνόματί σου, κὰι προσεύξονται κὰι δεηθήσονται ἐν τῶ ὄικω τούτω, κὰι σὺ ἐισακούση ἐκ τοῦ ὀυρανοῦ, κὰι ἵλεως ἔση ταῖς ἁμαρτίαις τοῦ λαοῦ σου ἰσραήλ, κὰι ἀποστρέψεις ἀυτοὺς ἐις τὴν γῆν ἣν ἔδωκας τοῖς πατράσιν ἀυτῶν. ἐν τῶ συσχεθῆναι τὸν ὀυρανὸν κὰι μὴ γίνεσθαι ὑετόν, ὅτι ἁμαρτήσονταί σοι, κὰι προσεύξονται ἐις τὸν τόπον τοῦτον, κὰι ἐξομολογήσονται τῶ ὀνόματί σου, κὰι ἀπὸ τῶν ἀνομιῶν ἀυτῶν ἀποστρέψουσιν, ὅταν ταπεινώσης ἀυτούς, κὰι ἐισακούση ἐκ τοῦ ὀυρανοῦ, κὰι ἵλεως ἔση ταῖς ἁμαρτίαις τοῦ δούλου σου κὰι τοῦ λαοῦ σου ἰσραήλ, ὅτι δηλώσεις ἀυτοῖς τὴν ὁδὸν τὴν ἀγαθὴν πορεύεσθαι ἐν ἀυτῆ, κὰι δώσεις ὑετὸν ἐπὶ τὴν γῆν σου, ἣν ἔδωκας τῶ λαῶ σου ἐν κληρονομία. λιμὸς ἐὰν γένηται, κὰι θάνατος ἐὰν γένηται, ὅτε ἔσται ἐμπυρισμός, βροῦχος, ἐρυσίβη ἐὰν γένηται, κὰι ἐὰν θλίψη ἀυτὸν ὁ ἐχθρὸς ἀυτοῦ ἐν μιᾶ τῶν πόλεων ἀυτῶν, πᾶν συνάντημα; πάντα πόνον, πᾶσα προσευχὴ πᾶσα δέησις ἐὰν γένηται παντὶ ἀνθρώπω ὡς ἂν γνῶσιν ἕκαστος ἁφὴν καρδίας, κὰι διαπετάση τὰς χεῖρας ἐις τὸν ὀῖκον τοῦτον, κὰι σὺ ἐισακούση ἐκ τοῦ ὀυρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου, κὰι ἵλεως ἔση, κὰι ποιήσεις κὰι δώσεις ἀνδρὶ κατὰ πάντας τὰς ὁδοὺς ἀυτοῦ, καθὼς ἂν γνῶς τὴν καρδίαν ἀυτοῦ, ὅτι σὺ μονώτατος ὀῖδας τὴν καρδίαν πάντων τῶν ὑιῶν ἀνθρώπων, ὅπως ἂν φοβῶνταί σε πάσας τὰς ἡμέρας, ἃς ἀυτοὶ ζῶσιν ἐπὶ τῆς γῆς ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν. κὰι τῶ ἀλλοτρίω ὃς ὀυκ ἔστιν ἐκ τοῦ λαοῦ σου ἰσραὴλ ὁῦτος, κὰι ἥξει ἐκ γῆς μακρόθεν διὰ τὸ ὄνομά σου, διότι ἀκούσονται τὸ ὄνομά σου τὸ μέγα κὰι τὴν χεῖρά σου τὴν κραταιὰν κὰι τὸν βραχίονά σου τὸν ὑψηλόν, κὰι ἥξει κὰι προσεύξεται ἐις τὸν τόπον τοῦτον, κὰι σὺ ἐισακούση ἐκ τοῦ ὀυρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου, κὰι ποιήσεις κατὰ πάντα ἃ ἐπικαλέσηταί σε ὁ ἀλλότριος, ὅπως ἂν γνῶσι πάντες ὁι λαοὶ τῆς γῆς τὸ ὄνομά σου, κὰι φοβῶνταί σε, καθὼς ὁ λαός σου ἰσραήλ, κὰι γνωσθῆ ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὸν ὀῖκον τοῦτον, ὃν ὠκοδόμησα. ἐὰν δὲ ἐξέλθη ὁ λαός σου ἐις πόλεμον ἐπὶ οτὺς ἐχθροὺς ἀυτοῦ ἐν ὁδῶ ἧ ἀποστελεῖς ἀυτούς, κὰι προσεύξωνται ἐν ὀνόματι κυρίου ὁδὸν τῆς πόλεως ἧς ἐξελέξω ἐν ἀυτῆ, κὰι τοῦ ὄικου ὃν ὠκοδόμησα τῶ ὀνόματί σου, κὰι ἐισακούση ἐκ τοῦ ὀυρανοῦ τῆς προσευχῆς ἀυτῶν κὰι τῆς δεήσεως ἀυτῶν, κὰι ποιήσεις τὸ δικαίωμα ἀυτῶν, ὅτι ἁμαρτήσονταί σοι, ὅτι ὀυκ ἔστιν ἄνθρωπος, ὃς ὀυκ ἁμαρτήσεται. κὰι ἐὰν ἐπάξης ἐπ᾿ ἀυτοὺς κὰι παραδῶς ἀυτοὺς ἐνώπιον ἐχθρῶν, κὰι ἀιχμαλωτεύσωσιν ὁι ἀιχμαλωτεύσαντες ἀυτούς ἐις γῆν μακρὰν ἢ ἐγγύς, κὰι ἐπιστρέψωσι τὰς καρδίας ἀυτῶν ἐν τῆ γῆ ὁῦ μετωκίσθισαν ἐκεῖ κὰι ἐπιστρέψωσι πρὸς σὲ κὰι δεηθῶσι σοῦ ἐν τῆ γῆ τῆς μετοικεσίας ἀυτῶν λέγοντες, ἡμάρτομεν ἠνομήσαμεν ἠδικήσαμεν, κὰι ἐπιστρέψωσι πρὸς σὲ ἐν ὅλη τῆ καρδία ἀυτῶν κὰι ἐν ὅλη τῆ ψυχῆ ἀυτῶν ἐν τῆ γῆ τῶν ἐχθρῶν ἀυτῶν ὁῦ μετήγαγες ἀυτούς, κὰι προσεύξωνται πρὸς σὲ ὁδὸν τῆς γῆς ἀυτῶν ἧς ἔδωκας τοῖς πατράσιν ἀυτῶν, κὰι τῆς πόλεως ἧς ἐξελέξω κὰι οτῦ ὄικου ὁῦ ὠκοδόμησα τῶ ὀνόματί σου, κὰι ἐισακούση ἐκ τοῦ ὀυρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου, τῇς προσευχῆς ἀυτῶν κὰι τῆς δεήσεως ἀυτῶν, κὰι ποιήσεις τὸ δικαίωμα ἀυτῶν,κὰι ἵλεως ἔση ταῖς ἀδικίαις ἀυτῶν ἁῖς ἥμαρτόν σοι, κὰι κατὰ πάντα τὰ ἀθετήματα ἀυτῶν ἃ ἂν ἠθέτησαν. κὰι δώσεις ἀυτοὺς ἐις ὀικτιρμοὺς ἐνώπιον τῶν ἀιχμαλωτευσάντων ἀυτούς, κὰι ὀι κτειρήσουσιν ἀυτούς, ὅτι λαός σου κὰι κληρονομία σου ἐισίν, ὃυς ἐξήγαγες ἐκ γῆς ἀιγύπτου ἐκ μέσου χωνευτηρίου σιδηροῦ. κὰι ἔστωσαν ὁι ὀφθαλμοί σου κὰι τὰ ὦτά σου ἠνεωγμένα ἐις τὴν δέησιν τοῦ δούλου σου κὰι ἐις τὴν δέησιν τοῦ λαοῦ σου ἰσραήλ, ἐισακούειν ἀυτῶν ἐν πᾶσιν ὁῖς ἂν ἐπικαλέσωνταί σε. ὅτι σὺ διέστειλας ἀυτοὺς σεαυτῶ ἐις κληρονομίαν ἐκ πάντων τῶν λαῶν τῆς γῆς, καθὼς ἐλάλησας ἐν χειρὶ τοῦ δούλου σου μωυσῆ, ἐν τῶ ἐξαγαγεῖν σε τοὺς πατέρας ἡμῶν ἐκ γῆς ἀιγύπτου κύριε κύριε. κὰι ἐγένετο ὡς συνετέλεσε σολομὼν προσευχόμενος πρὸς κύριον ὅλην τὴν προσευχὴν κὰι τὴν δέησιν ταύτην, ἀνέστη ἀπὸ προσώπου τοῦ θυσιαστηρίου κυίρου κεκλικὼς ἐπὶ τὰ γόνατα ἀυτοῦ κὰι ἁι χεῖρες ἀυτοῦ διαπεπετασμέναι ἐις τὸν ὀυρανόν, κὰι ἔστη, κὰι ἐυλόγησε πᾶσαν τὴν ἐκκλησίαν ἰσραὴλ φωνῆ μεγάλη λέγων, ἐυλογητὸς κύριος ὃς ἔδωκε σήμερον ἀνάπαυσιν τῶ λαῶ ἀυτοῦ ἰσραήλ. κατὰ πάντα ὅσα ἐλάλησεν. ὀυ διεφώνησε λόγος ἑῖς ἐν πᾶσι τοῖς λόγοις ἀυτοῦ τοῖς ἀγαθοῖς, ὁῖς ἐλάλησεν ἐν χειρὶ μωυσῆ τοῦ δούλου ἀυτοῦ. γένοιτο κύριος ὁ θεὸς ἡμῶν μεθ᾿ ἡμω̍ν καθὼς ἦν μετὰ τῶν πατέρων ἡμῶν. μὴ ἐγκαταλΐποι ἡμᾶς μὴ δὲ ἀποστρέψη ἡμᾶς, ἀλλ᾿ ἐπικλίναι τὰς καρδίας ἡμῶν πρὸς ἁυτόν, τοῦ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς ἀυτοῦ, κὰι φυλάσσειν πάσας τὰς ἐντολὰς ἀυτοῦ, κὰι τὰ προστάγματα ἀυτοῦ, κὰι τὰ δικαιώματα ἀυτοῦ, ἃ ἐνετείλατο τοῖς πατράσιν ἡμῶν.κὰι ἔστωσαν ὁι λόγοι ὁῦτοι ὃυς δεδέημαι ἐνώπιον κυρίου θεοῦ ἡμῶν σήμερον, ἐγγίζοντες πρὸς κύριον τὸν θεὸν ἡμῶν ἡμέρας κὰι νυκτός, τοῦ ποιεῖν τὸ δικαίωμα τοῦ δούλου σου κὰι τὸ δικαίωμα τοῦ λαοῦ σου ἰσραὴλ ῥῆμα ἡμέρας ἐν ἡμέρα ἀυτοῦ, ὅπως γνῶσι πάντες ὁι λαοὶ τῇς γῆς, ὅτι σὺ κύριος ὁ θεὸς κὰι ὀυκ ἔστιν ἔτι. κὰι ἔστωσαν ἁι καρδίαι ἡμῶν τέλειαι πρὸς κύριον τὸν θεὸν ἡμῶν, τοῦ ὁσίως πορεύεσθαι ἐν τοῖς προστάγμασιν ἀυτοῦ κὰι φυλάσσειν τὰς ἐντολὰς ἀυτοῦ ὡς ἡ ἡμέρα ἅυτη. κὰι ὁ βασιλεὺς κὰι πάντες ὁι ὑιοὶ ἰσραὴλ ἔθυσαν θυσίαν ἐνώπιον κυρίου τοῦ θεοῦ. κὰι ἔθυσεν ὁ βασιλεὺς σολομὼν τὴν θυσίαν τῶν ἐιρηνικῶν, ἣν ἔθυσαν τῶ κυρίω, βοῶν δύο κὰι ἔικοσι χιλιάδας, κὰι προβάτων ἑκατὸν κὰι ἔικοσι χιλιάδας. κὰι ἐνεκαίνισε τὸν ὀῖκον κυρίου ὁ βασιλεὺς κὰι πάντες ὁι ὑιοὶ ἰσραήλ. ἐν τῇ ἡμέρα ἐκείνη ἡγίασεν ὁ βασιλεὺς τὸ μέσον τῇς ἀυλῆς τὸ ικατὰ πρόσωπον τοῦ ὄικου κυρίου. ὅτι ἐποίησεν ἐκεῖ τὴν ὁλοκαύτωσιν κὰι τὰς θυσίας κὰι τὰ στέατα τῶν ἐιρηνικῶν, διότι τὸ θυσιαστήριον τὸ χαλκοῦν τὸ ἐνώπιον κυρίου μικρὸν ἦν τοῦ μὴ δύνασθαι δέξασθαι τὴν ὁλοκαύτωσιν κὰι τὸ δῶρον κὰι τὰς θυσίας τῶν ἐιρηνικῶν. κὰι ἐποίησε σολομὼν ἑορτὴν ἐν τῆ ἡμέρα ἐκείνη. κὰι πᾶς ἰσραὴλ μετ᾿ ἀυτοῦ ἐκκλησία μεγάλη ἀπὸ τῆς ἐισόδου ἠμὰθ ἕως ποταμοῦ ἀιγύπτου ἐνώπιον κυρίου τοῦ θεοῦ ἡμῶν ἑπτὰ ἡμέρας κὰι ἑπτὰ ἡμέρας, τέσσαρες κὰι δέκα ἡμέρας. κὰι ἐν τῆ ἡμέρα τῆ ὀγδόη ἐξαπέστειλε τὸνλαόν, κὰι ἐυλόγησαν τὸν βασιλέα. κὰι ἀπῆλθον ἕκαστος ἐις τὸ σκήνωμα ἀυτοῦ χαίροντες, κὰι ἀγαθῆ καρδία ἐπὶ τοῖς ἀγαθοῖς ὁῖς ἐποίησε κύριος τῶ δαυι̍δ δούλω ἀυτοῦ κὰι τῶ ἰσραὴλ τῶ λαῶ ἀυτοῦ.

Chapter 9

Καὶ ἐγένετο ὡς συνετέλεσε σολομὼν ὀικοδομῆσαι τὸν ὀῖκον κυρίου κὰι τὸν ὀῖκον τοῦ βασιλέως, κὰι πᾶσαν τὴν πραγματείαν σολομῶντος, ὅσα ἠθέλησεν ποιῆσαι,κὰι ὤφθη κύριος τῶ σολομῶντι τοδεύτερον καθὼς ὤφθη ἀυτῶ ἐν γαβαών. κὰι ἐῖπε πρὸς ἀυτὸν κύριος, ἤκουσα τῆς προσευχῆς σου κὰι τῆς δεήσεώς σου, ἧς ἐδεήθης ἐνώπιόν μου, ἡγίασα τὸν ὀῖκον τοῦτον ὃν ὠκοδόμησας, τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ ἐις τὸν ἀιῶνα. κὰι ἔσονται ὁι ὀφθαλμοί μου κὰι ἡ καρδία μου ἐκεῖ πάσας τάς ἡμέρας. κὰι σὺ ἐὰν πορευθῆς ἐνώπιόν μου καθὼς ἐπορεύθη δαυὶδ ὁ πατήρ σου ἐν ὁσιότητι καρδίας κὰι ἐν ἐυθύτητι, τοῦ ποιεῖν κατὰ πάντα ἃ ἐνετειλάμην ἀυτῶ. κὰι τὰ προστάγματά μου κὰι τὰς ἐντολάς μου φυλάξης, κὰι ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ἐπὶ ἰσραὴλ ἐις τὸν ἀιῶνα, καθὼς ἐλάλησα τῶ πατρί σου δαυὶδ λέγων, ὀυκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν ἰσραήλ. ἐὰν δὲ ἀποστραφέντες ἀποστραφῆτε ὑμεῖς κὰι τὰ τέκνα ὑμῶν ἀπ᾿ ἐμοῦ, κὰι τὰ προστάγματά μου ἃ ἔδωκα ἐνώπιον ὑμῶν μὴ φυλάξητε, κὰι πορευθῆτε κὰι δουλεύσητε θεοῖς ἑτέροις κὰι προσκυνήσητε ἀυτοῖς, κὰι ἐξαρῶ τὸν ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα ἀυτοῖς, κὰι τὸν ὀῖκον τοῦτον ὃν ἡγίασα τῶ ὀνόματί μου ἀπορρίψω ἐκ προσώπου μου. κὰι ἔσται ἰσραὴλ ἐις ἀφανισμὸν κὰι ἐις λάλημα ἐις πάντας τοὺς λαούς. κὰι ὁ ὀῖκος ὁῦτος ὁ ὑψηλὸς ἔσται ἐις παράδειγμα. πᾶς διαπορευόμενος δι᾿ ἀυτοῦ, ἐκστήσεται κὰι συριεῖ. κὰι ἐροῦσιν ἕνεκεν τίνος ἐποίησε κύριος ὅυτω τῆ γῆ ταύτη κὰι τῶ ὄικω τούτω; κὰι ἐροῦσιν, ἀνθ᾿ ὧν ἐγκατέλιπον κύριον τὸν θεὸν ἀυτῶν, τὸν ἐξαγαγόντα τοὺς πατέρας ἀυτῶν ἐξ ὄικου δουλείας ἐξ ἀιγύπτου, κὰι ἀντελάβοντο θεῶν ἀλλοτρίων κὰι προσεκύνησαν ἀυτοῖς κὰι ἐδούλευσαν ἀυτοῖς, διὰ τοῦτο ἐπήγαγε κύριος ἐπ᾿ ἀυτοὺς πᾶσαν τὴν κακίαν ταύτην. κὰι ἐγένετο μετὰ ἔικοσι ἔτη ἐν ὁῖς ὠδοδόμησε σολομὼν τοὺς δύο ὄικους, τὸν ὀῖκον κυρίου κὰι τὸν ὀῖκον τοῦ βασιλέως, χειρὰμ βασιλεὺς τύρου ἀντελαμβάνετο τοῦ σολομῶντος ἐν ξύλοις κεδρίνοις κὰι ἐν ξύλοις πευκίνοις κὰι ἐν χρυσίω κὰι ἐν παντὶ θελήματι ἀυτοῦ. τότε ἔδωκεν ὁ βασιλεὺς σολομὼν τῶ χειρὰμ ἔικοσι πόλεις ἐν γῆ γαλιλαία. κὰι ἐξῆλθε χειρὰμ ἐκ τύρου κὰι ἐπορεύθη ἐις τὴν γαλιλαίαν τοῦ ἐιδεῖν τὰς πόλεις ἃς ἔδωκεν ἀυτῶ σολομών, κὰι ὀυκ ἤρεσαν ἀυτῶ. κὰι ἐῖπε χειράμ, τί ἐισιν ἁι πόλεις ἁῦται ἃς ἔδωκάς μοι ὦ ἀδελφέ; κὰι ἐκάλεσεν ἀυτὰς ὅριον ἕως τῇς ἡμέρας ταύτης. κὰι ἀπέστειλε χειρὰμ τῶ σολομῶντι ἑκατὸν κὰι ἔικοσι τάλαντα χρυσίου. κὰι ἅυτη ἡ πραγματεία τῆς προνομῆς ἧς ἀνήνεγκεν ὁ βασιλεὺς σολομὼν ὀικοδομῆσαι τὸν ὀῖκον κυρίου, κὰι τὸν ὀῖκον τοῦ βασιλέως, κὰι τὸ τεῖχος ἱερουσαλήμ κὰι τὴν ἄκραν τοῦ περὶφράξαι τὸν φραγμὸν τῆς πόλεως δαυὶδ κὰι τὴν ἀσσώρ, κὰι τὴν μαγεδδώ, κὰι τὴν γαζέρ. φαραὼ βασιλεὺς ἀιγύπτου ἀνέβη, κὰι προκατελάβετο τὴν γαζέρ, κὰι ἐνεπύρισεν ἀυτὴν ἐν πυρί, κὰι τὸν χαναναῖον τὸν κατοικοῦντα ἐν τῆ πόλει ἐθανάτωσεν. κὰι ἔδωκεν ἀυτὴν φαραὼ ἀποστολὰς τῆ θυγατρὶ ἀυτοῦ γυναικὶ σολομῶντος. κὰι σολομὼν ὠκοδόμησε τὴν γαζέρ, κὰι τὴν βασιθωρὼν τὴν κατωτέραν, κὰι τὴν βααλάθ, κὰι τὴν θαμὼρ ἐν τῆ ἐρήμω, κὰι πάσας τὰς πόλεις τὰς ὀχυράς, ἃι ἦσαν τῶ σολομῶντι, κὰι πάσας τὰς πόλεις τῶν ἁρμάτων, κὰι πάσας τὰς πόλεις τῶν ἱππέων,κὰι τὴν πραγματείαν σολομῶντος ἣν ἐπραγματεύσατο ὀικοδομῆσαι ἐν ἱερουσαλὴμ κὰι ἐν τῶ λιβάνω,κὰι ἐν πάση τῆ γῆ τῆς δυναστείας ἀυτοῦ. πάντα τὸν ὑπολελειμμένον λαὸν ἀπὸ τοῦ χεπταίου κὰι τοῦ ἀμορραίου κὰι τοῦ φερεζαίου κὰι τοῦ χαναναίου κὰι τοῦ ἐυαίου κὰι τοῦ ἰεβουσαίου κὰι τοῦ γεργεσαίου τῶν μὴ ὄντων ἐκ τῶν ὑιῶν ἰσραήλ, τὰ τέκνα ἀυτῶν τὰ ὑπολελειμμένα μετ᾿ ἀυτοὺς ἐν τῆ γῆ, ὃυς ὀυκ ἠδύναντο ὁι ὑιοὶ ἰσραὴλ ἐξολοθρεῦσαι ἀυτούς, κὰι ἀνήγαγεν ἀυτοὺς σολομὼν ἐις φόρον ἕως τῇς ἡμέρας ταύτης. κὰι ἐκ τῶν ὑιῶν ἰσραὴλ ὀυκ ἔδωκε σολομὼν ἐις δουλείαν, ὅτι ἀυτοὶ ἦσαν ὁι ἄνδρες ὁι πολεμισταί, κὰι παῖδες ἀυτοῦ κὰι ἄρχοντες κὰι τρισσοὶ ἀυτοῦ, κὰι ἄρχοντες τῶν ἁρμάτων ἀυτοῦ, κὰι ἱππεῖς ἀυτοῦ. ἦσαν δὲ ἄρχοντες ὁι ἐπιστάμενοι ἐπὶ τῶν ἔργων σολομῶντος πεντακόσιοι πεντήκοντα, κυριεύοντες ἐν τῶ λαῶ τῶ ποιοῦντι τὸ ἔργον. ἡ θυγάτηρ δὲ τοῦ φαραὼ ἀνέβη ἀπὸ τῆς πόλεως δαυὶδ ἐις τὸν ὀῖκον ἀυτῆς, ὃν ὠκοδόμησεν ἀυτῆ. τότε ὠκοδόμησε μηλλώ κὰι προσήνεγγεν σολομὼν τρισσῶς κατ᾿ ἐνιαυτὸν ὁλοκαυτώματα κὰι ἐιρηνικὰς ἐπὶ τὸ θυσιαστήριον ὃ ὠκοδόμησε τῶ κυρίω. κὰι ἐθυμίασεν ἐπ᾿ ἀυτὸ τὸ ἓν ἐνώπιον κυρίου, κὰι συνετέλεσε τὸν ὀῖκον. κὰι ἐποίησεν ὁ βασιλεὺς σολομὼν ναῦν ἐν ἀσιὼν γαβὲρ τὴν ὀῦσαν ἐχόμενα ἀιλὰθ ἐπὶ τοῦ χείλους θαλάσσης τῆς ἐσχάτης ἐν γῆ ἐδών. κὰι ἀπέστειλε χειρὰμ ἐν τῆ νηΐ τῶν παίδων ἀυτοῦ ἄνδρας ναυτικούς, λαὸν ἐιδότας ἐλαύνειν θάλασσαν μετὰ τῶν παίδων σολομῶντος. κὰι ἦλθον ἐις σωφειρά, κὰι ἔλαβον ἐκεῖθεν τετρακόσια κὰι ἔικοσι τάλαντα χρυσίου, κὰι ἤνεγκαν τῶ βασιλεῖ σολομῶντι.

Chapter 10

Καὶ βασίλισσα σαβὰ ἤκουσε τὸ ὄνομα σολομῶντος κὰι τὸ ὄνομα κυρίου, κὰι ἦλθε τοῦ πειρᾶσαι ἀυτὸν ἐν ἀινίγμασι. κὰι ἦλθεν ἐις ἱερουσαλὴμ ἐν δυνάμει βαρεία σφόδρα. κὰι κάμηλοι ἄιρουσαι ἀρώματα κὰι χρυσίον πολὺν σφόδρα, κὰι λίθον τίμιον πολύν, κὰι ἦλθε πρὸς τὸν βασιλέα σολομῶντα. κὰι ἐλάλησεν ἀυτῶ πάντα ὅσα ἦν ἐν τῆ καρδία ἀυτῆς. κὰι ἀπήγγειλεν ἀυτῆ σολομὼν πάντας τοὺς λόγους ἀυτῆς, ὀυκ ἦν λόγος παρεωραμένος ὑπὸ τοῦ βασιλέως ὃν ὀυκ ἀπήγγειλεν ἀυτῆ. κὰι ἐῖδε βασίλισσα σαβὰ πᾶσαν τὴν φρόνησιν σολομῶντος, κὰι τὸν ὀῖκον ὃν ὠκοδόμησε, κὰι τὰ βρώματα σολομῶντος,κὰι τὴν καθέδραν παίδων ἀυτοῦ, κὰι τὴν παράστασιν τῶν λειτουργῶν ἀυτοῦ, κὰι τὸν ἱματισμὸν ἀυτῶν, κὰι τοὺς ὀινοχόους ἀυτοῦ, κὰι τὴν ὁλοκαύτωσιν ἀυτοῦ ἣν ἀνέφερεν ἐν ὄικω κυρίου, κὰι ἐξ ἑαυτῆς ἐγένετο. κὰι ἐῖπε πρὸς τὸν βασιλέα σολομῶντα, ἀληθινὸς ὁ λόγος ὃν ἤκουσα ἐν τῆ γῆ μου περὶ τοῦ λόγου σου κὰι περὶ τῆς φρονήσεώς σου, κὰι ὀυκ ἐπίστευσα τοῖς ἐιρηκόσι μοι, ἕως ὁῦ παρεγενόμην κὰι ἑωράκασιν ὁι ὀφθαλμοί μου, κὰι ἰδοὺ ὀυκ ἔστι κατὰ τὸ ἥμισυ καθὼς ἀπήγγειλάν μοι, προστέθεικας σοφίαν κὰι ἀγαθὰ ἐπὶ πᾶσαν τὴν ἀκοὴν ἣν ἤκουσα ἐν τῆ γῆ μου. μακάριαι ἁι γυναῖκές σου, κὰι μακάριοι ὁι παῖδές σου ὁῦτοι ὁι παρεστηκότες ἐνώπιόν σου διαπαντός, ὁι ἀκούοντες τὴν φρόνησίν σου. γένοιτο κύριος ὁ θεὸς ἐυλογημένος, ὃς ἠθέλησεν ἐν σοὶ δοῦναί σε ἐπὶ θρόνου ἰσραὴλ διὰ τὸ ἀγαπᾶν κύριον τὸν ἰσραήλ τοῦ στῆσαι ἀυτὸν ἐις τὸν ἀινῶνα, κὰι ἔθετό σε ἐις βασιλέα ἐπ᾿ ἀυτούς, τοῦ ποιεῖν κρῖμα ἐν δικαιοσύνη κὰι ἐν κρίμασιν ἀυτοῦ. κὰι ἔδωκε τῶ σολομῶντι ἑκατὸν κὰι ἔικοσι τάλαντα χρυσοῦ κὰι ἀρώματα πολλὰ σφόδρα.λ κὰι λίθον τίμιον πολύν. ὀυκ ἐλελύθη κατὰ τὰ ἀρώματα ἐκεῖνα ἔτι ἐις πλῆθος ἃ ἔδωκε βασίλισσα σαβὰ τῶ βασιλεῖ σολομῶντι. κὰι ἡ ναῦς χειρὰμ ἡ ἄιρουσα τὸ χρυσίον ἐκ σωφεὶρ ἤνεγκε ξύλα πολλὰ σφόδρα πελεκητά, κὰι λίθον τίμιον πολύν. κὰι ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ πελεκητὰ ὑποστηρίγματα τοῦ ὄικου κυρίου κὰι τοῦ ὄικου τοῦ βασιλέως. κὰι ναύλας κὰι κινύρας τοῖς ὠδοῖς. ὀυκ ἐληλύθει τοιαῦτα ξύλα πελεκητά, ὀυδὲ ὤφθη που ἔτι ἕως τῆς ἡμέρας ταύτης. κὰι ὁ βασιλεὺς σολομὼν ἔδωκε τῆ βασιλίσση σαβὰ πάντα ὅσα ἠθέλησεν, ὅσα ἠτήσατο, ἐκτὸς πάντων ὧν ἔδωκεν ἀυτῆ διὰ χειρὸς τοῦ βασιλέως σολομῶντος. κὰι ἀπεστράφη κὰι ἀπῆλθεν ἐις τὴν γῆν ἀυτῆς ἀυτὴ κὰι ὁι παῖδες ἀυτῆς. κὰι ἦν ὁ σταθμὸς τοῦ χρυσίου τοῦ ἐληλυθότος σολομῶντι ἐν ἐνιαυτῶ ἑνὶ ἑξακόσια ἑξήκοντα κὰι ἓξ τάλαντα χρυσίου, χωρὶς τῶν φόρων τῶν ὑποτεταγμένων κὰι τῶν ἐμπόρων τῶν ἐμπορευομένων, κὰι πάντων τῶν βασιλέων τῶν ἐν τῶ πέραν, κὰι τῶν σατραπῶν τῆς γῆς. κὰι ἐποίησεν ὁ βασιλεὺς σολομὼν διακόσια δόρατα χρυσᾶ ἐλατά. ἑξακόσιοι χρυσοῖ ἐπῆσαν ἐπὶ τὸ δόρυ τὸ ἕν. κὰι ἐποίησε τριακοσίους θυρεοὺς χρυσοῦς ἐλατούς, τρεῖς μναῖ χρυσίου ἐπῆσαν ἐπὶ τὸν θυρεὸν τὸν ἕνα. κὰι ἔδωκεν ἀυτὰ ἐις ὀῖκον δρυμοῦ τοῦ λιβάνου. κὰι ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφάντινον μέγαν, κὰι περιεχρύσωσεν ἀυτὸν χρυσίω δοκίμω. ἓξ ἀναβαθμοὶ τῶ θρόνω. κὰι προτομαὶ μόσχων ἐκ τῶν ὀπίσω ἀυτοῦ τῶ θρόνω, κὰι χεῖρες ἔνθεν κὰι ἔνθεν ἐπὶ τοῦ τόπου τῆς καθέδρας,κὰι δύο λέοντες ἑστηκότες παρὰ τὰς χεῖρας, κὰι δώδεκα λέοντες ἑστῶτες ἐπὶ τῶν ἓξ ἀναβαθμῶν ἔνθεν κὰι ἔνθεν. ὀυκ ἐγένετο ὅυτως ἐν πάση βασιλεία. κὰι πάντα τὰ σκεύη τὰ ὑπὸ τοῦ σολομῶντος γεγονότα χρυσᾶ, κὰι λουτῇρες χρυσοῖ, κὰι πάντα τὰ σκεύη ὄικου δρυμοῦ τοῦ λιβάνου χρυσίω συγκεκλεισμένα. κὰι ὀυκ ἦν ἀργύριον, ὅτι ὀυκ ἦν τὸ ἀργύριον λογιζόμενον ἐν ταῖς ἡμέραις σολομῶντος, ὅτι ναῦς θαρσεὶς τῶ βασιλεῖ σολομω̍ντι ἐπὶ τῆς θαλάσσης μετὰ τῶν παίδων χειρὰμ διὰ τριῶν ἐτῶν ἤρχετο τῶ βασιλεῖ σολομῶντι ναῦς ἐκ θαρσεὶς χρυσίου κὰι ἀργυρίου κὰι λίθων τορευτῶν κὰι πελεκητῶν. κὰι ἐμεγαλύνθη σολομὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτω κὰι φρονήσει. κὰι πάντες ὁι βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον σολομῶντος τοῦ ἀκούειν τῆς φρονήσεως ἀυτοῦ, ἧς ἔδωκε κύριος ἐν τῆ καρδία ἀυτοῦ. κὰι ἀυτοὶ ἔφερον ἕκαστος τὰ δῶρα ἀυτοῦ, σκεύη ἀργυρᾶ κὰι σκεύη χρυσᾶ κὰι ἱματισμὸν κὰι ἀρώματα κὰι στακτὴν κὰι ἵππους κὰι ἡμιόνους τὸ κατ᾿ ἐνιαυτὸν ἐις ἐνιαυτόν. κὰι συνήγαγε σολομὼν ἅρματα κὰι ἱππεῖς, κὰι ἦσαν ἀυτῶ χίλια κὰι τετρακόσια ἅρματα,κὰι δώδεκα χιλιάδες ἱππέων. κὰι ἔθετο ἀυτοὺς ἐν ταῖς πόλεσι τῶν ἁρμάτων κὰι μετὰ τοῦ βασιλέως ἐν ἱερουσαλήμ. κὰι ἔδωκεν ὁ βασιλεὺς σολομὼν τὸ ἀργύριον ἐν ἱερουσαλὴμ ὡς λίθους, κὰι τὰς κέδρους ἔδωκεν ὡς τὰς συκαμίνους τὰς ἐν τῆ πεδινῆ ἐις πλῆθος. κὰι ἡ ἔξοδος τῶν ἵππων σολομῶντος ἐξ ἀιγύπτου κὰι ἐξ ἐκουέ, ὁι ἔμποροι τοῦ βασιλέως ἐλάμβανον ἐξ ἐκουὲ ἐν ἀλλάγματι. κὰι ἀνέβαινεν ἡ ἔξοδος ἐξ ἀιγύπτου ἅρμα ἀνθ᾿ ἑξασίων ἀργυρίου, κὰι ἵππως ἀντὶ ἑκατὸν κὰι πεντήκοντα ἀργυρίου. κὰι ὅυτως πᾶσι τοῖς βασιλεῦσι χεπτιεὶμ κὰι τοῖς βασιλεῦσι συρίας διὰ χειρὸς ἀυτῶν ἐξεπορεύοντο.

Chapter 11

Καὶ ὁ βασιλεὺς σολομὼν ἦν φιλογύναιος, κὰι ἔλαβε γυναῖκας ἀλλοτρίας, κὰι τὴν θυγατέρα φαραώ, κὰι μωαβίτιδας, κὰι ἀμμανίτιδας, κὰι ἰδουμαίας, κὰι σιδωνίας, κὰι χεπταίας, ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπε κύριος τοῖς ὑιοῖς ἰσραὴλ λέγων, ὀυκ ἐισελεύσεσθε ἐις ἀυτούς, κὰι ἀυτοὶ ὀυκ ἐισελεύσονται ἐις ὑμᾶς, ἵνα μὴ ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω τῶν ἐιδώλων ἀυτῶν, ἐις ἀυτοὺς ἐκολλήθη σολομὼν τοῦ ἀγαπῆσαι. κὰι ἦσαν ἀυτῶ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι, κὰι παλλακὰι τριακόσιαι. κὰι ἔκλινον ἁι γυναῖκες ἀυτοῦ τὴν καρδίαν ἀυτοῦ. κὰι ἐγένετο ἐν καιρῶ γήρους σολομῶντος ἁι γυναῖκες ἀυτοῦ ἐξέκλιναν τὴν καρδίαν ἀυτοῦ ὀπίσω θεῶν ἑτέρων, κὰι ὀυκ ἦν ἡ καρδία ἀυτοῦ τελεία μετὰ τοῦ κυρίου τοῦ θεοῦ ἀυτοῦ, καθὼς ἡ καρδία δαυὶδ τοῦ πατρὸς ἀυτοῦ. κὰι ἐπορεύθη σολομὼνὀπίσω τῆς ἀστάρτης θεοῦ σιδωνίων,κὰι ὀπίσω μελχὼμ βδελύγματος ἀμμών. κὰι ἐποίησε σολομὼν τὸ πονηρὸν ἐνώπιον κυρίου, κὰι ὀυκ ἐπορεύθη ὀπίσω κυρίου ὡς δαυὶδ ὁ πατὴρ ἀυτοῦ. τότε ὠκοδόμησε σολομὼν ὑψηλὸν τῶ χαμὼς ἐιδώλω μωὰβ ἐν τῶ ὄρει τῶ κατὰ πρόσωπον ἱερουσαλήμ, κὰι τῶ μελχὼμ ἐιδώλω ὑιῶν ἀμμών. κὰι ὅυτως ἐποίησε πάσαις ταῖς γυναιξὶν ἀυτοῦ ταῖς ἀλλοτρίαις, ἐθυμίων κὰι ἔθυον τοῖς ἐιδώλοις ἀυτῶν. κὰι ὀργίσθη κύριος ἐπὶ σολομῶντι, ὅτι ἐξέκλινεν ἡ καρδία ἀυτοῦ ἀπὸ κυρίου θεοῦ ἰσραὴλ τοῦ ὀφθέντος ἀυτῶ δίς,κὰι ἐντειλαμένου ἀυτῶ ὑπὲρ τοῦ λόγου τούτου, τοπαράπαν μὴ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων. κὰι ὀυκ ἐφύλαξεν ἃ ἐνετείλατο ἀυτῶ κύριος. κὰι ἐῖπε κύριος πρὸς σολομῶντα, ἀνθ᾿ ὧν ἐγένετο ταῦτα μετὰ σοῦ, κὰι ὀυκ ἐφύλαξας τὰς ἐντολάς μου κὰι τὰ προστάγματά μου ἃ ἐνετειλάμην σοι, διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου, κὰι δώσω ἀυτὴν τῶ δούλω σου. πλὴν ἐν ταῖς ἡμέραις σου ὀυ ποιήσω ταῦτα διὰ δαυὶδ τὸν πατέρα σου, ἐκ χειρὸς τοῦ ὑιοῦ σου λήψομαι ἀυτήν, πλὴν ὅλην τὴν βασιλείαν ὀυμὴ λάβω, σκῆπτρον ἓν δώσω τῶ ὑιῶ σου διὰ δαυὶδ τὸν δοῦλόν μου, κὰι διὰ ἱερουσαλὴμ τὴν πόλιν, ἣν ἐξελεξάμην. κὰι ἤγειρε κύριος σατὰν τῷ σολομῶντι τὸν ἀδὰρ τὸν ἰδουμαῖον ἐκ τοῦ σπέρματος τῇς βασιλείας ἐν τῆ ἰδουμαία. κὰι ἐγένετο ἐν τῶ ἐξολοθρεύειν δαυὶδ τὸν ἐδὼμ ἐν τῶ πορευθῆναι ἰωὰβ τὸν ἄρχοντα τῆς στρατιᾶς θάπτειν τοὺς τραυματίας, κὰι ἔκοψαν πᾶν ἀρσενικὸν ἐν τῆ ἰδουμαία, ὅτι ἐξάμηνον ἐνεκάθητο ἐκεῖ ἰωὰβ κὰι πᾶς ἰσραὴλ ἕως ὁῦ ἐξωλόθρευσε πᾶν ἀρσενικόν ἐκ τῆς ἰδουμαίας. κὰι ἀπέδρα ἀδὰρ ἀυτὸς κὰι ἄνδρες ἰδουμαῖοι δοῦλοι τῶν παίδων τοῦ πατρὸς ἀυτοῦ μετ᾿ ἀυτοῦ, κὰι ἐισῆλθεν ἐις ἄιγυπτον. κὰι ἀδὰρ παιδάριον μικρόν, κὰι ἀνίστανται ἐκ μαδιὰμ κὰι ἔρχονται ἐις φαράν, κὰι λαμβάνουσιν ἄνδρας μεθ᾿ ἑαυτῶν, κὰι ἔρχονται πρὸς φαραὼ βασιλέα ἀιγύπτου. κὰι ἐισῆλθεν ἀδὰρ πρὸς φαραώ, κὰι ἔδωκεν ἀυτῶ φαραὼ ὀῖκον, κὰι ἄρτους διέταξεν ἀυτῶ, κὰι γῆν ἔδωκεν ἀυτῶ. κὰι ἑῦρεν ἀδὰρ χάριν ἐναντίον φαραὼ σφόδρα, κὰι ἔδωκεν ἀυτῶ γυναῖκα τὴν ἀδελφὴν τῆς γυναικὸς ἀυτοῦ, τὴν ἀδελφὴν θεχεφενὴς τὴν μείζω. κὰι ἔτεκεν ἀυτῶ ἡ ἀδελφὴ θεχεφενὴς τῶ ἀδὰρ τὸν γανιβὰθ ὑιὸν ἀυτῆς. κὰι ἐξέθρεψεν ἀυτὸν θεχεφενὴς ἐν μέσω τοῦ ὄικου φαραώ. κὰι ἦν γανιβὰθ ἐν τῶ ὄικω φαραὼ ἐν μέσω τῶν ὑιῶν φαραώ. κὰι ἀδὰρ ἤκουσεν ἐν ἀιγύπτω ὅτι κεκοίμηται δαυίδ μετὰ τῶν πατέρων ἀυτοῦ, κὰι ὅτι τέθνηκεν ἰωὰβ ὁ ἄρχων τῆς στρατιᾶς, κὰι ἐῖπεν ἀδὰρ πρὸς φαραώ, ἐξαπόστειλόν με κὰι ἀναστρέψω ἐις τὴν γῆν μου. κὰι ἐῖπε φαραὼ τῶ ἀδάρ, τίνι σὺ ἐλαπτονῆ μετ᾿ ἐμοῦ, ὅτι ἰδοὺ σὺ ζητεῖς ἀπελθεῖν ἐις τὴν γῆν σου; κὰι ἐῖπεν ἀυτῶ ἀδὰρ, μηδαμῶς, ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με. κὰι ἤγειρε θεὸς σατὰν ἀυτῶ τὸν ῥεζὼν ὑιὸν ἐλιαδά, ὃς ἔφυγεν ἀπὸ ἀδαρεζὲρ βασιλέως σοιβά κυρίου ἀυτοῦ. κὰι συνηθροίσθησαν ἐπ᾿ ἀυτὸν ἄνδρες, κὰι ἦν ἄρχων συστρεμμάτων, κὰι προκατελάβετο τὴν δαμασκόν, κὰι ἐκάθισεν ἐν ἀυτῆ κὰι ἐβασίλευσεν ἐν δαμασκῶ. κὰι ἦν σατὰν τῶ ἰσραὴλ πάσας τὰς ἡμέρας σολομῶντος. ἅυτη ἡ κακία ἣν ἐποίησεν ἀδάρ. κὰι ἐβαρύνθη ἐπὶ ἐσραήλ, κὰι ἐβασίλευσεν ἐν γῆ ἐδώμ. κὰι ἱεροβοὰμ ὑιὸς ναβὰτ ὁ ἐφραθὶ ἐκ τῆς σαριρὰ ὑιὸς γυναικὸς χήρας δοῦλος τοῦ σολομῶντος, κὰι τοῦτο τὸ πρᾶγμα ἐποίησεν, ὡς ἐπῆρε τὴν χεῖρα ἐπὶ τὸν βασιλέα σολομῶντα. κὰι ὁ βασιλεὺς σολομὼν ὠκοδόμησε τὴν ἄκραν, κὰι συνέκλεισε τὸν φραγμὸν τῆς πόλεως δαυὶδ τοῦ πατρὸς ἀυτοῦ.κὰι ὁ ἄνθρωπος ἱεροβοὰμ ἰσχυρὸς δυνάμει. κὰι ἐῖδε σολομὼν τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστί, κὰι κατέστησεν ἀυτὸν ἐπὶ τὰς ἄρσεις ὄικου ἰωσήφ. κὰι ἐγένετο ἐν τῶ καιρῶ ἐκείνω κὰι ἱεροβοὰμ ἐξῆλθεν ἐξ ἱερουσαλήμ, κὰι ἑῦρεν ἀυτὸν ἀχία ὁ συλωνίτης ὁ προφήτης ἐν τῆ ὁδῶ, κὰι ἀπέστησεν ἀυτὸν ἐκ τῆς ὁδοῦ. κὰι ἀχία περιβεβλημένος ἱμάτιον καινόν, κὰι ἀμφότεροι μόνοι ἐν τῶ πεδίω. κὰι ἐπελάβετο ἀχία τοῦ ἱματίου ἀυτοῦ τοῦ καινοῦ τοῦ ἐπ᾿ ἀυτῶ, κὰι διέρρηξεν ἀυτὸ δώδεκα ῥήγματα. κὰι ἐῖπε τῶ ἱεροβοάμ, λάβε σεαυτῶ δέκα ῥήγματα, ὅτι τάδε λέγει κύριος ὁ θεὸς ἰσραήλ. ἰδοὺ ἐγὼ ῥήσω τὴν βασιλείαν ἐκ χειρὸς σολομῶντος, κὰι δώσω σοι δέκα σκῆπτρα, κὰι δύο σκῆπτρα ἔσται ἀυτῶ, διὰ τὸν δοῦλόν μου δαυίδ, κὰι διὰ ἱερουσαλὴμ τὴν πόλιν, ἣν ἐξελεξάμην ἐν ἀυτῇ ἐκ πασῶν τῶν φυλῶν ἰσραήλ, ἀνθ᾿ ὧν ἐγκατέλιπέ με κὰι ἐδούλευσε τῆ ἀστάρτη βδελύγματι σιδωνίων, κὰι τῶ χαμὼς ἐιδώλω μωάβ, κὰι τῶ μελχὸμ προσοχθίσματι ὑιῶν ἀμμών, κὰι ὀυκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ ἐυθὲς ἐνώπιόν μου κὰι τὰ προστάγματά μου κὰι τὰ δικαιώματά μου, καθὼς ἐποίησε δαυίδ ὁ πατὴρ ἀυτοῦ. κὰι ὀυ λήψομαι ὅλην τὴν βασιλείαν ἐκ χειρὸς ἀυτοῦ, ὅτι ἀντιτασσόμενος ἀντιτάξομαι ἀυτῶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἀυτοῦ διὰ δαυὶδ τὸν δοῦλόν μου, ὃν ἐξελεξάμην ἀυτόν, ὃς ἐφύλαξε τὰς ἐντολάς μου κὰι τὰ δικαιώματά μου. κὰι λήψομαι τἢν βασιλείαν ἐκ χειρὸς τοῦ ὑιοῦ ἀυτοῦ, κὰι δώσω σοι τὰ δέκα σκῆπτρα, τῶ δὲ ὑιῶ ἀυτοῦ δώσω τὰ δύο σκῆπτρα, ὅπως ἦ θέσις τῶ δούλω μου δαυὶδ πάσας τὰς ἡμέρας ἐνώπιόν μου ἐν ἱερουσαλὴμ τῆ πόλει, ἣν ἐξελεξάμην ἐμαυτῶ τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ. κὰι σὲ λήψομαι κὰι βασιλεύσεις ἐν ὁῖς ἐπιθυμεῖ ἡ ψυχή σου, κὰι σὺ ἔση βασιλεὺς ἐπὶ ἰσραήλ. κὰι ἔσται ἐὰν φυλάξης πάντα ὅσα ἂν ἐντείλωμαί σοι, κὰι πορευθῆς ἐν ταῖς ὁδοῖς μου, κὰι ποιήσης τὸ ἐυθὲς ἐνώπιόν μου τοῦ φυλάξαι πάντα τὰ προστάγματά μου κὰι τὰς ἐντολὰς μου, καθὼς ἐποίησε δαυὶδ ὁ δοῦλός μου, κὰι ἔσομαι μετὰ σοῦ, κὰι ὀικοδομήσω σοι ὀῖκον πιστόν, καθὼς ὠκοδόμησα τῶ δαυίδ, κὰι δώσω σοι τὸν ἰσραήλ, κὰι κακουχήσω τὸ σπέρμα δαυὶδ διὰ ταῦτα, πλὴν ὀυ πάσας τὰς ἡμέρας. κὰι ἐζήτησε σολομὼν τοῦ θανατῶσαι τὸν ἱεροβοάμ, κὰι ἀνέστη κὰι ἀπέδρα ἐις ἄιγυπτον πρὸς σουσὰκ βασιλέα ἀιγύπτου, κὰι ἦν ἐν ἀιγύπτω ἕως ἀπέθανε σολομών. κὰι τὰ λοιπὰ τῶν λόγων σολομῶντος κὰι πάντα ὅσα ἐποίησεν κὰι πᾶσα ἡ φρόνησις ἀυτοῦ, ὀυκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίω λόγων ἡμερῶν σολομῶντος; κὰι ἁι ἡμέραι ἃς ἐβασίλευσε σολομὼν ἐν ἱερουσαλήμ, τεσσαράκοντα ἔτη ἐπὶ πάντα ἰσραήλ. κὰι ἐκοιμήθη σολομὼν μετὰ τῶν πατέρων ἀυτοῦ, κὰι ἔθαψαν ἀυτὸν ἐν πόλει δαυὶδ τοῦ πατρὸς ἀυτοῦ, κὰι ἐβασίλευσεν ῥοβοὰμ ὁ ὑιὸς ἀυτοῦ ἀντ᾿ ἀυτοῦ.

Chapter 12

Καὶ ἐπορεύθη ὁ βασιλεὺς ῥοβοὰμ ἐις σίκημα, ὅτι ἐις σίκημα ἤρχοντο πᾶς ἰσραὴλ βασιλεῦσαι ἀυτόν. κὰι ἐγένετο ὡς ἤκουσεν ἱεροβοὰμ ὑιὸς ναβὰτ κὰι ἀυτοῦ ἔτι ὄντος ἐν ἀιγύπτω, ὡς ἔφυγεν ἐκ προσώπου τοῦ βασιλέως σολομῶντος, κὰι ἐκάθητο ἐν ἀιγύπτω, κὰι ἀπέστειλαν κὰι ἐκάλεσαν ἀυτόν, κὰι ἦλθεν ἱεροβοὰμ κὰι πᾶς ὁ λαὸς ἰσραήλ. κὰι ἐλάλησεν ὁ λαὸς πρός τὸν βασιλέα ῥοβοὰμ λέγοντες, ὁ πατήρ σου ἐσκλήρυνε τὸν κλοιὸν ἡμῶν, κὰι σὺ νῦν κούφισον ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς, κὰι ἀπὸ τοῦ κλοιοῦ ἀυτοῦ τοῦ βαρέως, ὁῦ ἔδωκεν ἐφ᾿ ἡμᾶς, κὰι δουλεύσομέν σοι. κὰι ἐῖπεν ὁ βασιλεὺς πρὸς ἀυτούς, ἀπέλθετε ἕως ἡμερῶν τριῶν, κὰι ἀναστρέψατε πρός με. κὰι ἀπῆλθον. κὰι ἀπήγγειλεν ὁ βασιλεὺς ῥοβοὰμ τοῖς πρεσβυτέροις, ὃι ἦσαν παρεστηκότες ἐνώπιον σολομῶντος τοῦ πατρὸς ἀυτοῦ, ἔτι ζῶντος ἀυτοῦ, λέγων, πῶς ὑμεῖς βουλεύετε ἵνα ἀποκριθῶ τῶ λαῶ τούτω λόγον; κὰι ἐλάλησαν πρὸς ἀυτὸν λέγοντες, ἐι ἐν τῆ ἡμέρα ταύτη ἔση δοῦλος τῶ λαῶ τούτω, κὰι δουλεύσεις ἀυτοῖς, κὰι λαλήσεις πρὸς ἀυτοὺς λόγους ἀγαθούς,κὰι ἔσονταί σοι δοῦλοι πάσας τὰς ἡμέρας. κὰι ἐγκατέλιπε τὴν βουλὴν τῶν πρεσβυτέρων ἣν συνεβουλεύσαντο ἀυτῶ, κὰι συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν ἐκτραφέντων μετ᾿ ἀυτοῦ τῶν παρεστηκότων πρὸ προσώπου ἀυτοῦ. κὰι ἐῖπεν ἀυτοῖς, τί ὑμεῖς συμβουλεύετε; κὰι τί ἀποκριθῶ τῶ λαῶ τούτω τοῖς λαλήσασι πρός με κὰι ἐιρηκόσι, κούφισον ἀπὸ τοῦ κλοιοῦ ὁῦ ἔδωκεν ὁ πατήρ σου ἐφ᾿ ἡμᾶς. κὰι ἐλάλησαν πρὸς ἀυτὸν τὰ παιδάρια τὰ ἐκτραφέντα μετ᾿ ἀυτοῦ, κὰι ἐῖπον, τάδε λαλήσεις τῶ λαῶ τούτω, τοῖς λαλήσασι πρὸς σὲ κὰι ἐιρηκόσιν, ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν ἡμῶν,κὰι σὺ νῦν κούφισον ἀφ᾿ ἡμῶν. τάδε ἐρεῖς πρὸς ἀυτούς, ἡ μικρότης μου παχυτέρα ἐστὶ τῆς ὀσφύος τοῦ πατρός μου, κὰι νῦν ὁ πατήρ μου ἐπεσσάξατο ὑμᾶς ἐν κλοιῶ βαρεῖ, κὰι ἐγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν. ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς μάστιξι, κὰι ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. κὰι παρεγένετο ἱεροβοὰμ κὰι πᾶς ἰσραὴλ πρὸς τὸν βασιλέα ῥοβοὰμ τῇ ἡμέρα τῇ τρίτη, καθότι ἐλάλησεν ὁ βασιλεὺς λέγων, ἀναστρέψατε πρός με τῆ ἡμέρα τῆ τρίτη. κὰι ἀπεκρίθη ὁ βασιλεὺς πρὸς τὸν λαὸν σκληρά. κὰι ἐγκατέλιπε ῥοβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων ἣν συνεβουλεύσαντο ἀυτῶ, κὰι ἐλάλησε πρὸς ἀυτοὺς κατὰ τὴν βουλὴν τῶν παιδαρίων λέγων, ὁ πατήρ μου ἐβάρυνε τὸν κλοιὸν ὑμῶν, κὰι ἐγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν. ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι κὰι ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. κὰι ὀυκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι παρὰ κυρίου ἦν ἡ μεταστροφή, ὅπως στήση κύριος τὸ ῥῆμα ἀυτοῦ ὃ ἐλάλησεν ἐν χειρὶ ἀχία τοῦ προφήτου τοῦ συλωνίτου ἐπὶ ἱεροβοὰμ ὑιοῦ ναβάτ. κὰι ἐῖδε πᾶς ἰσραήλ, ὅτι ὀυκ ἤκουσεν ἀυτῶν ὁ βασιλεύς. κὰι ἀπεκρίθη ὁ λαὸς τῶ βασιλεῖ λέγων, τίς ἡμῖν μερὶς ἐν δαυίδ; κὰι ὀυκ ἔστιν ἡμῖν κληρονομία ἐν ὑιῶ ἰεσσαί, ἀποτρεχέτω ἕκαστος ἐις τὸ σκήνωμά σου ἰσραήλ, νῦν βόσκε τὸν ὀῖκόν σου δαυίδ, κὰι ἀπῆλθεν ἰσραῂλ ἐις τὰ σκηνώματα ἀυτοῦ. κὰι ὀι ὑιοὶ ἰσραὴλ ὁι κατοικοῦντες ἐν ταῖς πόλεσιν ἰούδα, ἐβασίλευσαν ἐφ᾿ ἑαυτοῖς τὸν ῥοβοάμ.κὰι ἀπέστειλεν ὁ βασιλεὺς ῥοβοὰμ τὸν ἀδωρὰμ τὸν ἐπὶ τοῦ φόρου, κὰι ἐλιθοβόλησαν ἀυτὸν ἐν λίθοις πᾶς ἰσραὴλ κὰι ἀπέθανε. κὰι ὁ βασιλεὺς ῥοβοὰμ ἔφθασεν ἀναβῆναι ἐπὶ τὸ ἅρμα τοῦ φυγεῖν ἐις ἱερουσαλήμ. κὰι ἠθέτησεν ἰσραὴλ ἐις τὸν ὀῖκον δαυὶδ ἕως τῆς ἡμέρας ταύτης. κὰι ἐγένετο ὡς ἤκουσε πᾶς ἰσραὴλ ὅτι ἀνέκαμψεν ἱεροβοὰμ ἐξ ἀιγύπτου, κὰι ἀπέστειλαν κὰι ἐκάλεσαν ἀυτὸν ἐις τὴν συναγωγήν, κὰι ἐβασίλευσαν ἀυτὸν ἐπὶ τὸν ἰσραήλ. κὰι ὀυκ ἦν ὀπίσω ὄικου δαυὶδ πάρεξ σκήπτρου ἰούδα κὰι βενιαμὶν μόνοι. κὰι ῥοβοὰμ ἐισῆλθεν ἐις ἱερουσαλήμ, κὰι ἐξεκκλησίασε πᾶσαν τὴν συναγωγὴν ἰούδα, κὰι σκῆπτρον βενιαμίν, ἑκατὸν κὰι ἔικοσι χιλιάδας νεανιῶν ποιούντων πόλεμον, τοῦ πολεμεῖν πρὸς ὀῖκον ἰσραὴλ ἐπιστρέψαι τὴν βασιλείαν ῥοβοὰμ τῶ ὑιῶ σολομῶντος. κὰι ἐγένετο λόγος κυρίου πρὸς σαμέαν ἄνθρωπον τοῦ θεοῦ λέγων, ἐιπὲ τῶ ῥοβοὰμ τῶ ὑιῶ σολομω̍ντος βασιλεῖ ἰούδα, κὰι πρὸς πάντα ὀῖκον ἰούδα κὰι βενιαμίν, κὰι τῶ καταλοίπω τοῦ λαοῦ λέγων, τάδε λέγει κύριος, ὀυκ ἀναβήσεσθε ὀυδὲ πολεμήσετε μετὰ τῶν ἀδελφῶν ὑμῶν ὑιῶν ἰσραήλ, ἀναστρεφέτω ἕκαστος ἐις τὸν ὀῖκον ἀυτοῦ, ὅτι ἐξ ἐμοῦ γέγονε τὸ ῥῆμα τοῦτο. κὰι ἤκουσαν τοῦ λόγου κυρίου, κὰι κατέπαυσαν τοῦ πορευθῆναι κατὰ τὸ ῥῆμα κυρίου. κὰι ὠκοδόμησεν ἱεροβοὰμ τὴν σίκημα τὴν ἐν ὄρει ἐφραΐμ, κὰι κατώκησεν ἐν ἀυτῆ, κὰι ἐξῆλθεν ἐκεῖθεν κὰι ὠκοδόμησε τὴν φανουήλ. κὰι ἐῖπεν ἱεροβοὰμ ἐν τῆ καρδία ἀυτοῦ, ἰδοὺ νῦν ἐπιστρέψει ἡ βασιλεία ἐις ὀῖκον δαυίδ, ἐὰν ἀναβῆ ὁ λαὸς ὁῦτος ἀναφέρειν τὰς θυσίας ἐις ὀῖκον κυρίου ἱερουσαλήμ, κὰι ἐπιστραφήσεται ἡ καρδία τοῦ λαοῦ πρὸς τὸν κύριον ἀυτῶν πρὸς ῥοβοὰμ βασιλέα ἰούδα, κὰι ἀποκτενοῦσί με. κὰι ἐβουλεύσατο ὁ βασιλεὺς κὰι ἐπορεύθη, κὰι ἐποίησε δύο δαμάλεις χρυσᾶς. κὰι ἐῖπεν ἱεροβοὰμ πρὸς τὸν λαόν, ἱκανούσθω ὑμῖν ἀναβαίνειν ἐις ἱερουσαλήμ, ἰδοὺ ὁι θεοί σου ἰσραὴλ ὁι ἀναγαγόντες σε ἐκ γῆς ἀιγύπτου. κὰι ἔθετο τὴν μίαν ἐν βασιθήλ, κὰι τὴν νίαν ἔδωκεν ἐν δάν. κὰι ἐγένετο ὁ λόγος ὁῦτος ἐις ἁμαρτίαν. κὰι ἐπορεύετο ὁ λαὸς πρὸ προσώπου τῆς μιᾶς ἕως δάν, κὰι ἐποίησεν ἱεροβοὰμ ὄικους ἐφ᾿ ὑψηλῶν, κὰι ἐποίησεν ἱερέας μέρος τι ἐκ τοῦ λαοῦ ὁὶ ὀυκ ἦσαν ἐκ τῶν ὑιῶν λευΐ. κὰι ἐποίησεν ἱεροβοὰμ ἑορτὴν τῶ μηνὶ τῶ ὀγδόω ἐν τῆ πεντεκαιδεκάτη ἡμέρα τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν τῶ ἰούδα. κὰι ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν ἐν βαιθὴλ τοῦ θύειν ταῖς δαμάλεσιν ἁῖς ἐποίησεν. κὰι παρέστησεν ἐν βαιθὴλ τοὺς ἱερέας τῶν ὑψηλῶν ὧν ἐποίησεν, κὰι ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν ἐν τῆ πεντεκαιδεκάτη ἡμέρα ἐν τῶ μηνὶ τῶ ὀγδόω ἐν τῆ ἑορτῆ ἧ ἐπλάσατο ἀπὸ καρδίας ἀυτοῦ, κὰι ἐποίησεν ἑορτὴν τοῖς ὑιοῖς ἰσραήλ, κὰι ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τοῦ θύσαι.

Chapter 13

Καὶ ἰδοὺ ἄνθρωπος τοῦ θεοῦ παρεγένετο ἐξ ἰούδα ἐν λόγω κυρίου ἐις βαιθήλ, {,} κὰι ἱεροβοὰμ ἑιστήκει ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθύσαι. κὰι ἐπεκάλεσεν ἐπὶ τὸ θυσιαστήριον τοῦ θεοῦ ἐν λόγω κυρίου, κὰι ἐῖπεν, θυσιαστήριον θυσιαστήριον, τάδε λέγει κύριος, ἰδοὺ ὑιὸς τίκτεται τῶ ὄικω δαυὶδ ἰωσίας ὄνομα ἀυτῶ, κὰι θύσει ἐπὶ σὲ τοὺς ἱερέας τῶν ὑψηλῶν κὰι τοὺς ἐπιθύοντας ἐπὶ σέ, κὰι ὀστᾶ ἀνθρώπων κατακαύσει ἐπὶ σέ. κὰι ἔδωκεν ἐν τῇ ἡμέρα ἐκείνη τέρας λέγων, τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησεν κύριος. ἰδοὺ τὸ θυσιαστήριον ῥήγνυται, κὰι ἐκχυθήσεται ἡ πιότης ἡ ὀῦσα ἐπ᾿ ἀυτῶ. κὰι ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς ἱεροβοὰμ τῶν λόγων τοῦ ἀνθρώπου τοῦ θεοῦ τοῦ ἐπικαλεσαμένου ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν βαιθήλ, κὰι ἐξέτεινεν τὴν χεῖρα ἀυτοῦ ἀπὸ τοῦ θυσιαστηρίου λέγων, συλλάβετε ἀυτόν, κὰι ἐξηράνθη ἡ χεὶρ ἀυτοῦ, ἣν ἐξέτεινεν ἐπ᾿ ἀυτόν. κὰι ὀυκ ἠδυνήθη ἐπιστρέψαι ἀυτὴν πρὸς ἑαυτόν. κὰι τὸ θυσιαστήριον ἐρράγη, κὰι ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστηρίου κατὰ τὸ τέρας ὃ ἔδωκεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἐν λόγω κυρίου. κὰι ἀπεκρίθη ὁ βασιλεὺς κὰι ἐῖπε τῶ ἀνθρώπω τοῦ θεοῦ, δεήθητι δὴ τοῦ προσώπου κυρίου τοῦ θεοῦ σου, κὰι ἐπιστρεψάτω ἡ χείρ μου πρός με. κὰι ἐδεήθη ὁ ἄνθρωπος τοῦ θεοῦ τοῦ προσώπου κυρίου, κὰι ἐπέστρεψεν ἡ χεὶρ τοῦ βασιλέως πρὸς ἀυτόν, κὰι ἐγένετο καθὼς τοπρότερον. κὰι ἐλάλησεν ὁ βασιλεὺς πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ, ἔισελθε μετ᾿ ἐμοῦ ἐις τὸν ὀῖκόν μου, κὰι ἀρίστησον, κὰι δώσω σοι δόμα. κὰι ἐῖπεν ὁ ἄνθρωπος τοῦ θεοῦ πρὸς τὸν βασιλέα, ἐὰν δώσης μοι τὸ ἥμισυ τοῦ ὄικου σου, ὀυκ ἐισελεύσομαι μετὰ σοῦ, ὀυδὲ μὴ φάγω ἄρτον ὀυδὲ μὴ πίω ὕδωρ ἐν τῶ τόπω τούτω, ὅτι ὅυτως ἐνετείλατό μοι ἐν λόγω κύριος λέγων, ὀυμὴ φάγης ἄρτον ὀυδὲ μὴ πίης ὕδωρ ὀυδὲ μὴ ἐπιστρέψης ἐν τῆ ὁδῶ ἐν ἧ ἐπορεύθης ἐν ἀυτῇ. κὰι ἀπῆλθεν ἐν ὁδῶ ἄλλη, κὰι ὀυκ ἀνέστρεψεν ἐν τῇ ὀδῶ ἧ ἦλθεν ἐν ἀυτῇ ἐις βαιθήλ. κὰι προφήτης ἑῖς πρεσβύτης κατώκει ἐν βαιθήλ. κὰι ἔρχονται ὁι ὑιοὶ ἀυτοῦ κὰι διηγοῦνται ἀυτῶ πάντα τὰ ἔργα ἃ ἐποίησεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἐν τῇ ἡμέρα ἐκείνη ἐν βαιθήλ, κὰι τοὺς λόγους ὃυς ἐλάλησε τῶ βασιλεῖ. κὰι ἐλάλησε πρὸς ἀυτοὺς ὁ πατὴρ ἀυτῶν λέγων, ποία ὁδῶ ἀπελήλυθεν; κὰι δεικνύουσιν ἀυτῶ ὁι ὑιοὶ ἀυτοῦ τὴν ὁδὸν ἣν ἀπῆλθεν ὁ ἄνθρωπος τοῦ θεοῦ ὁ ἐλθὼν ἐξ ἰούδα. κὰι ἐῖπεν τοῖς ὑιοῖς ἀυτοῦ, ἐπισάξατέ μοι τὸν ὄνον. κὰι ἐπέσαξαν ἀυτῶ τὸν ὄνον. κὰι ἐπέβη ἐπ᾿ ἀυτὸν κὰι ἐπορεύθη κατόπισθεν τοῦ ἀνθρώπου τοῦ θεοῦ. κὰι ἑῦρεν ἀυτὸν καθήμενον ὑπὸ τὴν δρῦν. κὰι ἐῖπεν ἀυτῶ, σὺ ἐῖ ὁ ἄνθρωπος τοῦ θεοῦ ὁ ἐξεληλυθὼς ἐξ ἰούδα; κὰι ἐῖπεν, ἐγώ. κὰι ἐῖπεν ἀυτῷ, δεῦρο μετ᾿ ἐμοῦ κὰι φάγε ἄρτον. κὰι ἐῖπεν, ὀυ μὴ δύνωμαι τοῦ ἐπιστρέψαι μετὰ σοῦ, ὄυτε φάγω ἄρτον ὄυτεμὴ πίω ὕδωρ ἐν τῶ τόπω τούτω, ὅτι ὅυτως ἐντέταλταί μοι ἐν λόγω κύριος λέγων, μὴ φάγης ἄρτον ἐκεῖ κὰι μὴ πίης ὕδωρ, κὰι μὴ ἐπιστρέψης ἐν τῆ ὁδῶ ἐν ἧ ἐπορεύθης ἐν ἀυτῆ. κὰι ἐῖπεν πρὸς ἀυτόν, κὰι ἐγὼ προφήτης ἐιμὶ ὡς κὰι σύ, κὰι ἄγγελος ἐλάλησε πρός με ἐν λόγω κυρίου λέγων, ἐπίστρεψον ἀυτὸν μετὰ σεαυτοῦ ἐις τὸν ὀῖκόν σου, κὰι φαγέτω ἄρτον κὰι πιέτω ὕδωρ. κὰι ἐψεύσατο ἀυτῶ, κὰι ἐπέστρεψεν ἀυτὸν κὰι ἔφαγεν ἄρτον κὰι ἔπιεν ὕδωρ ἐν τῶ ὄικω ἀυτοῦ. κὰι ἐγένετο ἀυτῶν καθημένων ἐπὶ τῆς τραπέζης, ἐγένετο λόγος κυρίου πρὸς τὸν προφήτην τὸν ἐπιστρέψαντα ἀυτόν, κὰι ἐῖπε πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ τὸν ἥκοντα ἐξ ἰούδα λέγων, τάδε λέγει κύριος, ἀνθ᾿ ὧν παρεπίκρανας τὸ ῥῆμα κυρίου, κὰι ὀυκ ἐφύλαξας τὴν ἐντολὴν ἓν ἐνετείλατό σοι κύριος ὁ θεός σου, κὰι ἐπέστρεψας κὰι ἔφαγες ἄρτον κὰι ἔπιες ὕδωρ ἐν τῶ τόπω τούτω, ἐν ὧ ἐλάλησα πρὸς σὲ λέγων, μὴ φάγης ἄρτον κὰι μὴ πίης ὕδωρ, ὀυ μὴ ἐισέλθη τὸ σῶμά σου ἐις τὸν τάφον τῶν πατέρων σου. κὰι ἐγένετο μετὰ τὸ φαγεῖν ἀυτὸν ἄρτον κὰι πιεῖν ὕδωρ, κὰι ἐπέσαξεν ἀυτῶ τὸν ὄνον τῶ προφήτη, κὰι ἐπέστρεψε κὰι ἀπῆλθεν. κὰι ἑῦρεν ἀυτὸν ὁ λέων ἐν τῇ ὁδῶ, κὰι ἐθανάτωσεν ἀυτόν. κὰι ἦν τὸ σῶμα ἀυτοῦ ἐρριμμένον ἐν τῇ ὁδῶ, κὰι ὁ ὄνος ἑιστήκει παρ᾿ ἀυτῶ, κὰι ὁ λέων ἑιστήκει παρὰ τὸ σῶμα. κὰι ἰδοὺ ἄνδρες παραπορευόμενοι κὰι ἐῖδον τὸ θνησιμαῖον ἐρριμμένον ἐν τῆ ὁδῶ, κὰι ὁ λέων ἑιστήκει ἐχόμενα τοῦ θνησιμαίου. κὰι ἔρχονται ὁι ἄνδρες κὰι λαλοῦσιν ἐν τῆ πόλει, ὁῦ ὁ προφήτης ὁ πρεσβύτης κατώκει ἐν ἀυτῆ. κὰι ἤκουσεν ὁ ἐπιστρέψας ἀυτὸν ἐκ τῇς ὁδοῦ, κὰι ἐῖπεν, ὁ ἄνθρωπος τοῦ θεοῦ ὁῦτος, ὃς παρεπίκρανεν τὸ ῥῆμα κυρίου, κὰι ἔδωκεν ἀυτὸν κύριος τῶ λέοντι, κὰι συνέτριψεν ἀυτὸν κὰι ἐθανάτωσεν ἀυτὸν κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν ἀυτῶ. κὰι ἐλάλησεν πρὸς τοὺς ὑιοὺς ἀυτοῦ λέγων, ἐπισάξατέ μοι τὸν ὄνον, κὰι ἐπέσαξαν, κὰι ἐπορεύθη κὰι ἑῦρε τὸ σῶμα ἀυτοῦ ἐρριμμένον ἐν τῆ ὁδῶ, κὰι ὁ ὄνος κὰι ὁ λέων ἑιστήκεισαν παρὰ τὸ σῶμα. κὰι ὀυκ ἔφαγεν ὁ λέων τὸ σῶμα ἢ τὸν ὄνον, κὰι ὀυ συνέτριψε τὸν ὄνον. κὰι ἦρεν ὁ προφήτης ὁ πρεσβύτης τὸ σῶμα τοῦ ἀνθρώπου τοῦ θεοῦ, κὰι ἐπέθηκεν ἀυτὸ ἐπὶ τὸν ὄνον, κὰι ἐπέστρεψεν ἀυτὸ ἐις τὴν πόλιν τοῦ προφήτου τοῦ πρεσβυτέρου τοῦ κόψασθαι κὰι θάψαι ἀυτὸν. κὰι ἔθηκεν τὸ σῶμα ἀυτοῦ ἐν τῶ τάφω ἀυτοῦ, κὰι ἐκόψατο ἀυτόν, ὀυαὶ ἀδελφέ. κὰι ἐγένετο μετὰ τὸ κόψασθαι ἀυτόν, κὰι ἐῖπεν τοῖς ὑιοῖς ἀυτοῦ λέγων, ἐὰν ἀποθάνω, θάψατέ με ἐν τῶ τάφω τούτω, ἐν ὧ ὁ ἄνθρωπος τοῦ θεοῦ τέθαπται ἐν ἀυτῶ, παρὰ τὰ ὀστᾶ ἀυτοῦ θέτε με, ἵνα σωθῆ τὰ ὀστᾶ μου μετὰ τῶν ἀυτοῦ, ὅτι γινόμενον ἔσται τὸ ῥῆμα ὃ ἐλάλησεν ἐν λόγω κυρίου ἐπὶ τοῦ θυσιαστηρίου τοῦ ἐν βαιθήλ, κὰι ἐπὶ τοὺς ὄικους τῶν ὑψηλῶν τῶν ἐν σαμαρεία. κὰι μετὰ τὸ ῥῆμα τοῦτο ὀυκ ἐπέστρεψεν ἱεροβοὰμ ἀπὸ τῇς κακίας ἀυτοῦ, κὰι ἐπέστρεψε κὰι ἐποίησεν ἐκ μέρους τοῦ λαοῦ ἱερέας τῶν ὑψηλῶν. ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα ἀυτοῦ, κὰι ἐγ{ί}νετο ἱερεὺς τῶν ὑψηλῶν. κὰι ἐγένετο τὸ ῥῆμα τοῦτο ἐις ἁμαρτίαν τῶ ὄικω ἱεροβοάμ, κὰι ἐις ὄλεθρον κὰι ἐις ἀφανισμὸν ἀπὸ προσώπου τῇς γῆς.

Chapter 14

Εν τῶ καιρῶ ἐκείνω ἠρρώστησεν ἀβιὰ ὑιὸς ἱεροβοάμ. κὰι τῆ γυναικὶ ἀυτοῦ ἐῖπεν ἱεροβοὰμ, ἀνάστηθι, κὰι ἀλλοιωθήση, ὀυ γνώσονται ὅτι σὺ γυνὴ ἱεροβοάμ, κὰι πορευθήση ἐις σηλώ. ἰδοὺ ἐκεῖ ἀχιὰ ὁ προφήτης, ἀυτὸς ἐλάλησεν ἐπ᾿ ἐμὲ τοῦ βασιλεῦσαι ἐπὶ τὸν λαὸν τοῦτον. κὰι λάβε ἐις τὴν χεῖρά σου δέκα ἄρτους, κὰι κολλύρια, κὰι στάμνον μέλιτος, κὰι ἐλεύση πρὸς ἀυτόν. ἀυτὸς ἀναγγελεῖ σοι τί ἔσται τῶ παιδίω. κὰι ἐποίησεν ὅυτω ἡ γυνὴ ἱεροβοάμ, κὰι ἀνέστη κὰι ἐπορεύθη ἐις σηλώ, κὰι ἐισῆλθεν ἐις τὸν ὀῖκον ἀχιά. κὰι ὁ ἄνθρωπος πρεσβύτερος τοῦ ἰδεῖν, κὰι ἠμβλυώπουν ὁι ὀφθαλμοὶ ἀυτοῦ ἀπὸ τοῦ γήρως ἀυτοῦ. κὰι ἐῖπε κύριος πρὸς ἀχιά, ἰδοὺ γυνὴ ἱεροβοὰμ ἐισέρχεται τοῦ ἐκζητῆσαι ῥῆμα παρὰ σοῦ ὑπὲρ ὑιοῦ ἀυτῆς, ὅτι ἄρραστός ἐστι, κατὰ τοῦτο κὰι κατὰ τοῦτο λαλήσεις πρὸς ἀυτήν. κὰι ἐγένετο ἐν τῶ ἐισέρχεσθαι ἀυτὴν κὰι ἀπεξενοῦτο. κὰι ἐγένετο ὡς ἤκουσεν ἀχιὰ τὴν φωνὴν ποδῶν ἀυτῆς ἐισερχομένης ἀυτῆς ἐν τῶ ἀνοιγματι. κὰι ἐῖπεν, ἔισελθε γυνὴ ἱεροβοάμ, ἱνατί τοῦτο σὺ ἀποξενοῦσαι, κὰι ἐγώ ἐιμι ἀπόστολος πρὸς σὲ σκληρός. πορευθεῖσα ἐῖπον τῶ ἱεροβοάμ, τάδε λέγει κύριος ὁ θεὸς ἰσραήλ, ἀνθ᾿ ὁῦ ὅσον ὕψωσά σε ἀπὸ μέσου τοῦ λαοῦ, κὰι ἔδωκά σε ἡγου̍μενον ἐπὶ τὸν λαὸν ἰσραήλ, κὰι ἔρρηξα τὸ βασίλειον ἀπὸ ὄικου δαυίδ, κὰι ἔδωκα ἀυτὸ σοί, κὰι ὀυκ ἐγένου ὡς ὁ δοῦλός μου δαυίδ, ὃς ἐφύλαξε τὰς ἐντολάς μου, κὰι ὃς ἐπορεύθη ὀπίσω μου ἐν πάση καρδία ἀυτοῦ, τοῦ ποιῆσαι τὸ ἐυθὲς ἐν ὀφθαλμοῖς μου, κὰι ἐπονηρεύσω τοῦ ποιῆσαι παρὰ πάντας ὅσοι ἐγένοντο ἐις πρόσωπόν μου. κὰι ἐπορεύθης κὰι ἐποίησας σεαυτῶ θεοὺς ἑτέρους κὰι χωνευτὰ τοῦ παροργΐσαι με, κὰι ἐμὲ ἔρριψας ὀπίσω σου. διὰ τοῦτο ἰδοὺ ἐγὼ ἄγω κακίαν πρὸς ὀῖκον ἱεροβοάμ, κὰι ἐξολοθρεύσω ἱεροβοὰμ ὀυροῦντα πρὸς τοῖχον κὰι ἐπεχόμενον κὰι καταλελειμμένον ἐν ἰσραήλ. κὰι ἐπιλέξω ἱεροβοὰμ καθὼς ἐπιλέγεται ἡ κόπρος ἕως τε λειωθῆναι ἀυτόν. τὸν τεθνηκότα τοῦ ἱεροβοὰμ ἐν τῆ πόλει καταφάγονται ὁι κύνες. κὰι τὸν τεθνηκότα ἐν τῶ ἀγρῶ καταφάγεται τὰ πετεινὰ τοῦ ὀυρανοῦ, ὅτι κύριος ἐλάλησε. κὰι σὺ ἀνάστα πορεύθητι ἐις ὀῖκόν σου, κὰι ἐν τῶ ἐισέρχεσθαι τοὺς πόδας σου τὴν πόλιν, ἀποθανεῖται τὸ παιδάριον, κὰι κόψονται ἀυτὸ πᾶς ἰσραήλ, κὰι θάψουσιν ἀυτόν, ὅτι ὁῦτος μόνος ἐισελεύσεται τῶ ἱεροβοὰμ πρὸς τάφον, ὅτι ἑυρέθη ἐν ἀυτῶ ῥῆμα καλὸν περὶ τοῦ κυρίου θεοῦ ἰσραὴλ ἐν ὄικω ἱεροβοάμ. κὰι ἀναστήσει κύριος ἑαυτῶ βασιλέα ἐπὶ ἰσραήλ, ὃς πλήξει τὸν ὀῖκον ἱεροβοὰμ ταύτη τῆ ἡμέρα κὰι ἔτι καί γε νῦν. κὰι πλήξει κύριος τὸν ἰσραήλ, καθὰ κινεῖται ὁ κάλαμος ἐν τῶ ὕδατι. κὰι ἐκτιλεῖ τὸν ἰσραὴλ ἀπὸ ἄνω τῆς χθονὸς τῆς ἀγαθῆς ταύτης, ἧς ἔδωκε τοῖς πατράσιν ἀυτῶν. κὰι λικμήσει ἀυτοὺς ἀπο πέραν τοῦ ποταμοῦ. ἀνθ᾿ ὁῦ ὅσον ἐποίησαν τὰ ἄλση ἀυτῶν παροργίζοντες τὸν κύριον. κὰι δώσει κύριος τὸν ἰσραὴλ χάριν ἁμαρτιῶν ἱεροβοάμ, ὃς ἥμαρται κὰι ὃς ἐξήμαρτεν ἰσραήλ. κὰι ἀνέστη ἡ γυνὴ ἱεροβοὰμ κὰι ἐπορεύθη ἐις τὴν θερσά. κὰι ἐγένετο ὡς ἐισῆλθεν ἐν τῶ προθύρω τοῦ ὄικου, κὰι τὸ παιδάριον ἀπέθανε, κὰι ἔθαψαν ἀυτό,κὰι ἐκόψαντο ἀυτὸ πᾶς ἰσραὴλ κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ σούλου ἀυτοῦ ἀχιὰ τοῦ προφήτου. κὰι περισσὸν ῥῆμα τῶ ἱεροβοὰμ ὅσα ἐπολέμησε κὰι ὅσα ἐβασίλευσεν, ἰδοὺ ἀυτὰ γεγραμμένα ἐπὶ βιβλίου ῥημάτων τῶν ἡμερῶν τῶν βασιλέων ἰσραήλ. κὰι ἁι ἡμέραι ἃς ἐβασίλευσεν ἱεροβοὰμ ἔισοσι κὰι δύο ἔτη, κὰι ἐκοιμήθη μετὰ τῶν πατέρων ἀυτοῦ, κὰι ἐβασίλευσε ναδὰβ ὑιὸς ἀυτοῦ ἀντ᾿ ἀυτοῦ. κὰι ῥοβοὰμ ὑιὸς σολομῶντος ἐβασίλευσεν ἐπὶ ἰούδαν, ὑιὸς τεσσαράκοντα κὰι ἑνὸς ἐτῶν ῥοβοάμ ἐν τῶ βασιλεύειν ἀυτόν. κὰι ἑπτακαίδεκα ἔτη ἐβασίλευσεν ἐπὶ ἱερουσαλὴμ τῆ πόλει ἐν ἧ ἐξελέξατο κύριος θέσθαι τὸ ὄνομα ἀυτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν τοῦ ἰσραήλ. κὰι τὸ ὄνομα τῆς μητρὸς ἀυτοῦ ναάμα ἡ ἀμανίτις. κὰι ἐποίησεν ἰούδας τὸ πονηρὸν ἐνώπιον κύριου. κὰι παρεζήλωσεν ἀυτὸν ἐν πᾶσιν ὁῖς ἐποίησαν ὁι πατέρες ἀυτοῦ, κὰι ἐν ταῖς ἁμαρτίαις ἀυτῶν ἁῖς ἥμαρτον. κὰι ὠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ κὰι στήλας κὰι ἄλση ἐπὶ πάντα βουνὸν ὑψηλόν, κὰι ὑποκάτω παντὸς ξύλου συσκίου. κὰι σύνδεσμος ἐγένετο ἐν τῆ γῆ, κὰι ἐποίησεν ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν ὧν ἐξῆρε κύριος ἀπὸ προσώπου τῶν ὑιῶν ἰσραήλ. κὰι ἐγένετο ἐν τῶ ἐνιαυτῶ τῶ πέμπτω βασιλεύοντος ῥοβοάμ, ἀνέβη σουσὰκ βασιλεὺς ἀιγύπτου ἐπὶ ἱερουσαλήμ, κὰι ἔλαβε πάντας τοὺς θησαυροὺς ὄικου κυρίου κὰι τοὺς θησαυροὺς ὄικου τοῦ βασιλέως, κὰι τὰ πάντα ἔλαβε, κὰι τὰ ὅπλα τὰ χρυσᾶ ἃ ἐποίησε σολομών. κὰι ἐποίησε ῥοβοὰμ ὁ βασιλεὺς ὅπλα χαλκᾶ ἀντ᾿ ἀυτῶν. κὰι ἐπέθεντο ἐπ᾿ ἀυτῶν ὁι ἡγούμενοι τῶν παρατρεχόντων ὁι φυλάσσοντες τὸν πυλῶνα ὄικου τοῦ βασιλέως. κὰι ἐγένετο ὡς ἂν ἐισεπορεύετο ὁ βασιλεὺς ἐις ὀῖκον κυρίου, ἦρον ἀυτὰ ὁι παρατρέχοντες κὰι ἀπηρείδοντο ἀυτὰ ἐις τὸ θεὲ τῶν παρατρεχόντων. κὰι τὰ λοιπὰ τῶν λόγων ῥοβοὰμ κὰι πάντα ὅσα ἐποίησεν, ὀυκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τῶν βασιλέων ἰούδα; κὰι πόλεμος ἦν ἀναμέσον ῥοβοὰμ κὰι ἱεροβοὰμ πάσας τὰς ἡμέρας. κὰι ἐκοιμήθη ῥοβοὰμ μετὰ τῶν πατέρων ἀυτοῦ, κὰι θάπτεται μετὰ τῶν πατέρων ἀυτοῦ ἐν πόλει δαυίδ. κὰι ὄνομα τῇς μητρὸς ἀυτοῦ νααμὰ ἡ ἀμμανίτις. κὰι ἐβασίλευσεν ἀβιὰ ὑιὸς ἀυτοῦ ἀντ᾿ ἀυτοῦ.

Chapter 15

Εν τῶ ὀκτωκαιδεκάτω ἔτει βασιλεύοντος ἱεροβοὰμ ὑιοῦ ναβάτ, βασιλεύει ἀβιὰ ὑιὸς ῥοβοὰμ ἐπὶ ἰούδαν. κὰι τρία ἔτη ἐβασίλευσεν ἐν ἱερουσαλήμ. κὰι ὄνομα τῆς μητρὸς ἀυτοῦ μααχὰ θυγάτηρ ἀβεσαλώμ. κὰι ἑπορεύθη ἐν πάσαις ἁμαρτίαις τοῦ πατρὸς ἀυτοῦ ἇις ἐποίησεν ἔμπροσθεν ἀυτοῦ, κὰι ὀυκ ἦν ἡ καρδία ἀυτοῦ τελεία μετὰ κυρίου τοῦ θεοῦ ἀυτοῦ, καθὼς ἡ καρδία δαυὶδ τοῦ πατρὸς ἀυτοῦ,ὅτι διὰ δαυὶδ ἔδωκεν ἀυτῶ κύριος ὁ θεὸς ἀυτοῦ κατάλειμμα ἐν ἱερουσαλήμ, ἵνα στήση τὰ τέκνα ἀυτοῦ μετ᾿ ἀυτόν, κὰι στήση τὴν ἱερουσαλήμ, ὡς ἐποίησε δαυὶδ τὸ ἐυθὲς ἐνώπιον κυρίου, κὰι ὀυκ ἐξέκλινεν ἀπὸ πάντων ὧν ἐνετείλατο ἀυτῶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἀυτοῦ, ἐκτὸς ἐν ῥήματι ὀυρίου τοῦ χεπταίου. κὰι πόλεμος ἦν μεταξὺ ῥοβοὰμ κὰι μεταξὺ ἱεροβοὰμ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἀυτοῦ. κὰι τὰ λοιπὰ τῶν λόγων ἀβιὰ κὰι πάντα ὅσα ἐποίησεν, ὀυκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τῶν βασιλέων ἰούδα; κὰι πόλεμος ἦν ἀναμέσον ἀβιὰ κὰι ἀναμέσον ἱεροβοάμ. κὰι ἐκοιμήθη ἀβιὰ μετὰ τῶν πατέρων ἀυτοῦ, κὰι θάπτεται ἐν πόλει δαυίδ. κὰι ἐβασίλευσεν ἀσὰ ὑιὸς ἀυτοῦ ἀντ᾿ ἀυτοῦ. ἐν τῶ ἐνιαυτῶ τῶ ἐκιοστῶ τοῦ ἱεροβοὰμ βασιλέως τοῦ ἰσραὴλ βασιλεύει ἀσὰ ἐπὶ ἰούδαν, κὰι τεσσαράκοντα κὰι ἓν ἔτος ἐβασίλευσεν ἐν ἱερουσαλήμ. κὰι ὄνομα τῆς μητρὸς ἀυτοῦ μααχὰ θυγάτηρ ἀβεσαλώμ. κὰι ἐποίησεν ἀσὰ τὸ ἐυθὲς ἐνώπιον κυρίου, ὡς δαυὶδ ὁ πατὴρ ἀυτοῦ. κὰι ἀφεῖλε τοὺς τετελεσμένους ἀπὸ τῆς γῆς, κὰι ἐξῆρε πάντα τὰ βδελύγματα ἃ ἐποίησαν ὁι πατέρες ἀυτοῦ.κὰι τὴν μααχὰ τὴν μητέρα ἀυτοῦ μετέστησεν τοῦ μὴ ἐῖναι ἡγουμένην, καθότι ἐποίησεν σύνοδον τῶ ἄλσει ἀυτῇς. κὰι ἐξέκοψεν ἀσὰ πάσας τὰς καταδύσεις ἀυτῆς, κὰι ἐνέπρυσεν ἐν πυρὶ ἐν τῶ χειμάρρω κεδρών, τὰ δὲ ὑψηλὰ ὀυκ ἐξῆρεν. πλὴν ἡ καρδία ἀσὰ ἦν τελεία μετὰ κυρίου πάσας τὰς ἡμέρας ἀυτοῦ. κὰι ἐισήνεγκεν ἀσὰ ἐις τὸν ὀῖκον κυρίου τοὺς κίονας τοῦ πατρὸς ἀυτοῦ κὰι τοὺς κίονας τοὺς ἀργυροῦς κὰι χρυσοῦς, κὰι ἐισήνεγκεν ἐις τὸν ὀῖκον κυρίου ἀργύριον κὰι χρυσίον κὰι σκεύη. κὰι πόλεμος ἦν ἀναμέσον ἀσὰ κὰι ἀναμέσον βαασὰ βασιλέως ἰσραὴλ πάσας τὰς ἡμέρας. κὰι ἀνέβη βαασὰ βασιλεὺς ἰσραὴλ ἐπὶ ἰούδαν, κὰι ὠκοδόμησε τὴν ῥαμά, τοῦ μὴ ἐῖναι ἐκπορευόμενον κὰι ἐισπορευόμενον τῶ ἀσὰ βασιλεῖ ἰούδα. κὰι ἔλαβεν ἀσὰ τὸ ἀργύριον κὰι τὸ χρυσίον τὸ ἑυρεθὲν ἐν τοῖς θησαυροῖς ὄικου κυρίου κὰι ἐν τοῖς θησαυροῖς ὄικου τοῦ βασιλέως, κὰι ἔδωκεν ἀυτὸ ἐις χεῖρας τῶν παίδων ἀυτοῦ. κὰι ἐξαπέστειλεν ἀυτοὺς ὁ βασιλεὺς ἀσὰ πρὸς ὑιὸν ἀδὲρ ὑιοῦ ταβρεμὼν ὑιοῦ ἀζιὼν βασιλέως συρίας τοῦ κατοικοῦντος ἐν δαμασκῶ λέγων, διαθήκη ἔστω ἀναμέσον ἐμοῦ κὰι ἀναμέσον σοῦ κὰι ἀναμέσον τοῦ πατρός μου κὰι ἀναμέσον τοῦ πατρός σου, ἰδοὺ ἀπέσταλκά σοι δῶρα ἀργυρίου κὰι χρυσίου, δεῦρο διασκέδασον τὴν διαθήκην σου τὴν πρὸς βαασὰ βασιλέα ἰσραήλ, κὰι ἀναβήσεται ἀπ᾿ ἐμοῦ. κὰι ἤκουσεν ὑιὸς ἀδὲρ τοῦ βασιλέως ἀσά, κὰι ἀπέστειλε τοὺς ἄρχοντας τῆς δυνάμεως ἀυτοῦ ἐν ταῖς πόλεσι τοῦ ἰσραήλ. κὰι ἐπάταξε τὴν ἀΐν, κὰι τὴν δάν, κὰι τὴν ἀβὲλ ὄικου μααχά, κὰι πᾶσαν τὴν χενερὲθ ἕως πάσης τῆς γῆς νεφθαλίμ. κὰι ἐγένετο ὡς ἤκουσε βαασά, κὰι διέλιπεν τοῦ ὀικοδομεῖν τὴν ῥαμά, κὰι ἀνέστρεψεν ἐις θερσά. κὰι ὁ βασιλεὺς ἀσὰ παρήγγειλεν παντὶ ἰούδα ἐν ἀκί. κὰι ἄιρουσι τοὺς λίθους τῆς ῥαμὰ κὰι τὰ ξύλα ἀυτῆς ἃ ὠκοδόμησεν βαασά, κὰι ὠκοδόμησεν ἐν ἀυτοῖς ἀσὰ ὁ βασιλεὺς τὸν βουνὸν βενιαμὶν κὰι τὴν σκοπιάν. κὰι τὰ λοιπὰ τῶν λόγων ἀσὰ κὰι πᾶσα ἡ δυναστεία ἀυτοῦ κὰι πάντα ἃ ἐποίησε, κὰι ἁι πόλεις ἃς ὠκοδόμησεν, ὀυκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τῶν βασιλέων ἰούδα; πλὴν ἐν καιρῶ τοῦ γήρους ἀυτοῦ, ἐπόνεσε τοὺς πόδας ἀυτοῦ. κὰι ἐκοιμήθη ἀσὰ μετὰ τῶν πατέρων ἀυτοῦ, κὰι θάπτεται μετὰ τῶν πατέρων ἀυτοῦ ἐν πόλει δαυὶδ τοῦ πατρὸς ἀυτοῦ. κὰι ἐβασίλευσεν ἰωσαφὰτ ὑιὸς ἀυτοῦ ἀντ᾿ ἀυτοῦ. κὰι ναβὰδ ὑιὸς ἱεροβοὰμ βασιλεύει ἐπὶ ἰσραὴλ ἐν ἔτει δευτέρω τοῦ ἀσὰ βασιλέως ἰούδα. κὰι ἐβασίλευσεν ναβὰδ ἐπὶ τὸν ἰσραὴλ δύο ἔτη. κὰι ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου, κὰι ἐπορεύθη ἐν ὁδῶ τοῦ πατρός ἀυτοῦ, κὰι ἐν ταῖς ἁμαρτίαις ἀυτοῦ ἐν ἁῖς ἐξήμαρτον τὸν ἰσραήλ. κὰι περιεκάθισεν ἐπ᾿ ἀυτὸν βαασὰ ὑιὸς ἀχία ἐπὶ τὸν ὀῖκον τοῦ ἰσσάχαρ, κὰι ἐπάταξεν ἀυτὸν ἐν γαβαθὼν τῆ τῶν ἀλλοφύλων. κὰι ναβὰδ κὰι πᾶς ἰσραὴλ περιεκάθητο ἐπὶ γαβαθών. κὰι ἐθανάτωσεν ἀυτὸν βαασὰ ἐν ἔτει τρίτω τοῦ ἀσὰ βασιλέως ἰούδα. κὰι ἐβασίλευσεν ἀντ᾿ ἀυτοῦ. κὰι ἐγένετο ὡς ἐβασίλευσεν, ἐπάταξεν ὅλον τὸν ὀῖκον ἱεροβοάμ, κὰι ὀυχ ὑπελίπετο πᾶσαν πνοὴν ἐν τῶ ἱεροβοάμ, ἕως τοῦ ἐξολοθρεῦσαι ἀυτὸν κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ δούλου ἀυτοῦ ἀχία τοῦ συλωίτου περὶ τῶν ἁμαρτιῶν ἱεροβοάμ, ὡς ἐξήμαρτε τὸν ἰσραὴλ ἐν τῶ παροργισμῶ ἀυτοῦ ἐν ὧ παρώργισε κύριον τὸν θεὸν ἰσραήλ. κὰι τὰ λοιπὰ τῶν λόγων ναβὰδ κὰι πάντα ὅσα ἐποίησεν, ὀυκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίου λόγων ἡμερῶν τῶν βασιλέων ἰσραήλ; κὰι πόλεμος ἦν ἀναμέσον ἀσὰ κὰι ἀναμέσον βαασὰ βασιλέως ἰσραὴλ πάσας τὰς ἡμέρας ἀυτῶν. ἐν τῶ ἔτει τῶ τρίτω τοῦ ἀσὰ βασιλέως ἰούδα βασιλεύει βαασὰ ὑιὸς ἀχία ἐπὶ ἰσραὴλ ἐν θερσὰ ἔικοσι κὰι τέσσαρα ἔτη. κὰι ἐποίησε βαασὰ τὸ πονηρὸν ἐνώπιον κυρίου, κὰι ἐπορεύθη ἐν ὁδῶ ἱεροβοὰμ ὑιοῦ ναβὰτ κὰι ἐν ταῖς ἁμαρτίαις ἀυτοῦ ἐν ἁῖς ἐξήμαρτε τὸν ἰσραήλ.

Chapter 16

Καί ἐγένετο ῥῆμα κυρίου πρὸς ἰοῦ ὑιὸν ἀνανὶ πρὸς βαασὰ λέγων, ἀνθ᾿ ὧν ὕψωσά σε ἀπὸ τῇς γῆς κὰι ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου ἰσραήλ, κὰι ἐπορεύθης ἐν ὁδῶ ἱεροβοάμ, κὰι ἐξήμαρτες τὸν λαόν μου ἰσραήλ, τοῦ παροργίσαι με ἐν τοῖς ματαίοις ἀυτῶν, ἰδοὺ ἐγὼ ἐξεγερῶ ὀπίσω βαασὰ κὰι ὀπίσω τοῦ ὄικου ἀυτοῦ κακά, κὰι δώσω τὸν ὀῖκον ἀυτοῦ ὡς τὸν ὀῖκον ἱεροβοὰμ ὑιοῦ ναβάτ. τὸν τεθ{ν}ηκότα τοῦ βαασὰ ἐν τῆ πόλει, καταφάγονται ἀυτὸν ὁι κύνες. κὰι τὸν τεθνηκότα ἀυτοῦ ἐν τῶ πεδίω, καταφάγονται ἀυτὸν τὰ πετεινὰ τοῦ ὀυρανοῦ. κὰι τὰ λοιπὰ τῶν λόγων βαασά,κὰι πάντα ὅσα ἐποίησεν, κὰι ἁι δυναστεῖαι ἀυτοῦ, ὀυκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τῶν βασιλέων ἰσραήλ; κὰι ἐκοιμήθη βαασὰ μετὰ τῶ{ν} πατέρων ἀυτοῦ, κὰι θάπτεται ἐν θερσᾶ, κὰι ἐβασίλευσεν ἠλὰ ὑιὸς ἀυτοῦ ἀντ᾿ ἀυτοῦ. κὰι ἐλάλησε κύριος ἐν χειρὶ ἰοῦ ὑιοῦ ἀνανὶ ἐπὶ βαασὰ κὰι ἐπὶ τὸν ὀῖκον ἀυτοῦ κὰι ἐπὶ πᾶσαν τὴν κακίαν ἀυτοῦ ἣν ἐποίησεν ἐνώπιον κυρίου τοῦ παροργίσαι ἀυτὸν ἐν τοι̍ς ἔργοις τῶν χειρῶν ἀυτοῦ, τοῦ ἐῖναι ἀυτὸν ὡς ὁ ὀῖκος ἱεροβοάμ, κὰι ὑπὲρ τοῦ πατάξαι ἀυτόν. ἐν τῶ ἕκτω κὰι ἐικοστῶ ἔτει ἀσὰ βασιλέως ἰούδα, ἠλὰ ὑιὸς βαασὰ ἐβασίλευσεν ἐπὶ ἰσραὴλ ἐν θερσᾶ δύο ἔτη. κὰι συνεστράφη ἐπ᾿ ἀυτὸν ὁ παῖς ἀυτοῦ ζαμβρί, ὁ ἄρχων τοῦ ἡμίσους τῶν ἁρμάτων. κὰι ἀυτὸς ἦν ἐν θερσᾶ πίνων κὰι μεθύων ἐν τῶ ὄικω ὠρσᾶ τοῦ ὀικονόμου τοῦ ἐν θερσᾶ. κὰι ἐισῆλθε ζαμβρί κὰι ἐπάταξεν ἀυτόν, κὰι ἐθανάτωσεν ἀυτὸν ἐν ἔτει ἑβδόμω κὰι ἐικοστῶ, κὰι ἐβασίλευσεν ἀντ᾿ ἀυτοῦ. κὰι ἐγένετο ἐν τῶ βασιλεῦσαι ἀυτὸν ἐν τῶ καθίσαι ἀυτὸν ἐπὶ τοῦ θρόνου ἀυτοῦ, ἐπάταξεν ὅλον τὸν ὀῖκον βαασά, κὰι ὀυ κατέλιπεν ἀυτῶ ὀυροῦντα πρὸς τὸν τοῖχον κὰι τοὺς συγγενεῖς κὰι ἑταίρους ἀυτοῦ. κὰι ἐξωλόθρευσεν ζαμβρὶ ὅλον τὸν ὀ{ῖ}κον βαασά, κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησε κύριος ἐπὶ τὸν ὀικον βαασὰ ἐν χειρὶ ἰοῦ ὑιοῦ ἀνανίου τοῦ προφήτου περὶ πασῶν τῶν ἁμαρτιῶν βαασὰ κὰι ἠλὰ τοῦ ὑιοῦ ἀυτοῦ, ὡς ἐξήμαρτε τὸν ἰσραὴλ τοῦ παροργίσαι κύριον τὸν θεὸν ἰσραὴλ ἐν τοῖς ματαίοις ἀυτῶν. κὰι τὰ λοιπὰ τῶν λόγων ἠλά κὰι πάντα ὅσα ἐποίησεν, ὀυκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τῶν βασιλέων ἰσραήλ; ἐν τῶ ἐικοστῶ κὰι ἑβδόμω ἔτει ἀσὰ βασιλέως ἰούδα ἐβασίλευσε ζαμβρί ἐν θερσᾶ ἑπτὰ ἡμέρας. κὰι ἡ παρεμβολὴ ἰσραὴλ ἐπὶ γαβαθὼν τὴν τῶν ἀλλοφύλων. κὰι ἤκουσεν ὁ λαὸς᾿εν τῆ παρεμβολῆ λεγόντων, συνεστράφη ζαμβρί, κὰι πέπαικε τὸν βασιλέα ἠλά. κὰι ἐβασίλευσεν ὁ λαὸς τὸν ἀμβρὶ τὸν ἡγεμόνα τῆς στρατιᾶς ἐπὶ ἰσραὴλ ἐν τῆ ἡμέρα ἐκείνη ἐν τῆ παρεμβολῆ. κὰι ἀνέβη ἀμβρὶ ἐκ γαβαθών,κὰι πᾶς ἰσραὴλ μετ᾿ ἀυτοῦ. κὰι περιεκάθισεν ἐν θερσᾶ. κὰι ἐγένετο ὡς ἐῖδε ζαμβρὶ ὅτι προκατείληπται ἡ πόλις ἀυτοῦ, κὰι ἐισπορεύται ἐις τὸν ὀῖκον βασιλέως, κὰι ἐνεπύρισεν ἐφ᾿ ἑαυτὸν τὸν ὀῖκον τοῦ βασιλέως ἐν πυρί, κὰι ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἀυτοῦ ὧν ἐποίησε τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου τοῦ παρευθῆναι ἐν ὁδῶ ἱεροβοὰμ ὑιοῦ ναβάτ, κὰι ἐν ταῖς ἁμαρτίαις ἀυτοῦ ἁῖς ἐποίησεν ὡς ἐξήμαρτε τὸν ἰσραήλ. κὰι τὰ λοιπὰ τῶν λόγων ζαμβρὶ κὰι ἁι συνάψεις ἀυτοῦ ἃς συνῆψεν, ὀυκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τῶν βασιλέων ἰσραήλ. τότε μερίζεται ὁ λαὸς ἰσραήλ, ἤμισυ ἀυτοῦ γίνεται ὀπίσω θαβνὶ ὑιοῦ γινὴθ τοῦ βασιλεῦσαι ἀυτόν, κὰι τὸ ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω ἀμβρὶ τοῦ βασιλεῦσαι ἀυτόν. κὰι ὁ λαὸς ὁ ὢν ὀπίσω ἀμβρὶ ὑπερεκράτησε τὸν λαὸν τὸν ὀπίσω θαβνὶ ὑιοῦ γινήθ. κὰι ἀπέθανε θαβνί. κὰι ἐβασίλευσεν ἀμβρὶ ἐν τῶ τριακοστῶ κὰι πρώτω ἔτει τοῦ ἀσὰ βασιλέως ἰούδα βασιλεύει ἀμβρὶ ἐπὶ ἰσραὴλ δώδεκα ἔτη, κὰι ἐν τῆ θερσᾶ βασιλεύει ἓξ ἔτη. κὰι ἐκτήσατο ἀμβρὶ τὸ ὄρος τὸ σωμορὼν παρὰ σεμμὴρ τοῦ κυρίου τοῦ ὄρους δύο ταλάντων ἀργυρίου. κὰι ὠκοδόμησε τὸ ὄρος, κὰι ἐπεκάλεσε τὸ ὄνομα τοῦ ὄρους ὁῦ ὡκοδόμησεν ἐπὶ τῶ ὀνόματι σεμμὴρ τοῦ κυρίου τοῦ ὄρους σωμορών. κὰι ἐποίησεν ἀμβρὶ τὸ πονηρὸν ἐνώπιον κυρίου, κὰι ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν ἀυτοῦ, κὰι ἐπορεύθη ἐν πάση ὁδῶ ἱερεβοὰμ ὑιοῦ ναβὰτ κὰι ἐν ταῖς ἁμαρτίαις ἀυτοῦ ἁῖς ἐξήμαρτε τὸν ἰσραήλ, τοῦ παροργίσαι τὸν κύριον τὸν θεὸνἰσραὴλ ἐν τοῖς ματαίοις ἀυτοῦ. κὰι τὰ λοιπὰ τῶν λόγων ἀμβρὶ κὰι πάντα ὅσα ἐποίησε κὰι ἁι δυναστεῖαι ἀυτοῦ, ὀυκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τῶν βασιλέων ἰσραήλ; κὰι ἐκοιμήθη ἀμβρὶ μετὰ τῶν πατέρων ἀυτοῦ κὰι θάπτεται ἐν σαμαρεία, κὰι ἐβασίλευσεν ἀχαὰβ ὑιὸς ἀυτοῦ ἀντ᾿ ἀυτοῦ. ὁ δὲ ἀχαὰβ ὑιὸς ἀμβρὶ ἐβασίλευσεν ἐπὶ ἰσραὴλ ἐν ἔτει τριακοστῶ κὰι ὀγδόω τοῦ ἀσὰ βασιλέως ἰούδα. βασιλεύει δὲ ἀχαὰβ ὑιὸς ἀμβρὶ ἐπὶ ἰσραὴλ ἐν σαμαρεία ἔισοσι κὰι δύο ἔτη. κὰι ἐποίησεν ἀχαὰβ τὸ πονηρὸν ἐνώπιον κυρίου, κὰι ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν ἀυτοῦ. κὰι ὀυκ ἦν ἀυτῶ ἱκανὸν τοῦ πορευθῆσαι ἐπὶ ταῖς ἁμαρτίαις ἱεροβοὰμ ὑιοῦ ναβάτ. κὰι ἔλαβε γυναῖκα ἰεζάβελ τὴν θυγατέρα ἐθβαὰλ βασιλέως σιδωνίων. κὰι ἐπορεύθη ἀχαὰβ κὰι ἐδούλευσε τῶ βάαλ κὰι προσεκύνησεν ἀυτῶ, κὰι ἔστησε θυσιαστήριον τῶ βάαλ ἐν ὄικω τοῦ βάαλ ὃν ὠκοδόμησεν ἐν σαμαρεία, κὰι ἐποίησεν ἀχαὰβ τὸ ἄλσος. κὰι ἐπλέονασεν ἀχαὰβ τοῦ ποιῆσαι παροργίσματα τοῦ παροργίσαι τὸν κύριον θεὸν τοῦ ἰσραὴλ ὑπὲρ πάντας τοὺς βασιλέας ἰσραὴλ τοὺς γενομένους ἔμπροσθεν ἀυτοῦ. ἐν ταῖς ἡμέραις ἀυτοῦ ὠκοδόμησε χιῂλ ὁ βεθελίτης τὴν ἱεριχώ, ἐν τῶ ἀβιρὼν τῶ πρωτοτόκω ἀυοτῦ ἐθεμελίωσεν ἀυτήν. κὰι ἐν τῶ σεγοὺβ τῶ νεωτέρω ἀυτοῦ ἐπέστησε θύρας ἀυτῆ κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν ἐν χειρί ἰησοῦ ὑιοῦ ναυί.

Chapter 17

Καὶ ἐῖπεν ἡλίας ὁ θεσβίτης ὁ ἐκ θεσσεβῶν τῆς γαλαὰδ πρὸς ἀχαάβ, ζῆ κύριος ὁ θεὸς ἰσραήλ, ὧ παρέστην ἐνώπιον ἀυτοῦ, ἐι ἔσται τὰ ἔτη ταῦτα δρόσος κὰι ὑετός, ὅτι ἐὰν μὴ διὰ λόγου στόματός μου. κὰι ἐγένετο ῥῆμα κυρίου πρὸς ἡλίαν, πορεύου ἐντεῦθεν καὰ ἀνατολάς, κὰι κρύβηθι ἐν τῶ χειμάρω χερὶθ τῶ ἐπὶ πρόσωπον τοῦ ἰορδάνου. κὰι ἔσται ἐκ τοῦ χειμάρρου πίεσαι ὕδωρ, κὰι τοῖς κόραξιν ἐντελοῦμαι τοῦ διατρέφειν σε ἐκεῖ. κὰι ἐπορεύθη κὰι ἐποίησεν ἡλίας κατὰ τὸ ῥῆμα κυρίου, κὰι ἐκάθισεν ἐν τῶ χειμάρρω χερίθ τοῦ ἐπὶ προσώπου τοῦ ἰορδάνου. κὰι ὁι κόρακες ἔφερον ἀυτῶ ἄρτους κὰι κρέας τοπρωΐ, κὰι ἄρτους κὰι κρέας τοδείλης, κὰι ἐκ τοῦ χειμάρρου ἔπινεν ὕδωρ. κὰι ἐγένετο μεθ᾿ ἡμέρας κὰι ἐξηράνθη ὁ χειμάρρους, ὅτι ὀυκ ἐγένετο ὑετὸς ἐπὶ τὴν γῆν. κὰι ἐγένετο ῥῆμα κυρίου πρὸς ἡλίαν λέγον, ἀνάστηθι κὰι πορεύου ἐις σαρέπτα τῆς σιδῶνος,κὰι κατοικήσεις ἐκεῖ, ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρα τοῦ διατρέφειν σε. κὰι ἀνέστη ἡλίας κὰι ἐπορεύθη ἐις σαρέπτα τῆς σιδῶνος ἐις τὸ{ν} πυλῶνα τῇς πόλεως, κὰι ἰδοὺ γυνὴ ἐκεῖ χήρα συνέλεγεν ξύλα. κὰι ἐβόησεν ὀπίσω ἀυτῆς ἡλίας, κὰι ἐῖπεν ἀυτῆ, λάβε δή μοι ὀλίγον ὕδωρ ἐις ἄγγος κὰι πίομαι. κὰι ἐπορεύθη λαβεῖν, κὰι ἐβόλησεν ὀπίσω ἀυτῇς ἡλίας κὰι ἐῖπεν ἀυτῇ, λήψη δή μοι κὰι ψωμὸν ἄρτου ἐν τῇ χειρί σου κὰι φάγομαι. κὰι ἐῖπεν ἡ γυνή, ζῆ κύριος ὁ θεός σου, ἐι ἔστι μοι ἐγκρυφίας, ἀλλ᾿ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῆ ὑδρία, κὰι ὀλίγον ἔλαιον ἐν τῶ καμψάκη, κὰι ἰδοὺ ἐγὼ συλλέγω δύο ξυλάρια, κὰι ἐισελεύσομαι κὰι ποιήσω ἀυτὸ ἐμαυτῆ κὰι τοῖς τέκνοις μου, κὰι φαγόμεθα κὰι ἀποθανούμεθα. κὰι ἐῖπεν ἀυτῆ ἡλίας, θάρσει, ἔισελθε κὰι ποίησον κατὰ τὸ ῥῆμά σου. ἀλλὰ ποίησόν μοι ἐκεῖθεν ἐγκρυφίαν μικρὸν ἐν πρώτοις ἐκεῖθεν, κὰι ἐξοίσεις μοι, ἑαυτῆ δὲ ποιήσεις κὰι τοῖς τέκνοις σου ἐπ᾿ ἐσχάτω. ὅτι τάδε λέγει κύριος ὁ θεὸς ἰσραήλ, ἡ ὑδρία τοῦ ἀλεύρου ὀυκ ἐκλείψει, κὰι ὁ καμψάκης τοῦ ἐλαίου οὀυκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι τὸν κύριον ὑετὸν ἐπὶ τὴν γῆν. κὰι ἐπορεύθη ἡ γυνὴ κὰι ἐποίησεν κατὰ τὸ ῥῆμα ἡλίου, κὰι ἔδωκεν ἀυτῶ, κὰι ἤσθιεν ἀυτὸς κὰι ἀυτὴ κὰι τὰ τέκνα ἀυτῆς. κὰι ἡ ὑδρία τοῦ ἀλεύρου ὀυκ ἐξέλιπε,κὰι ὁ καμψάκης τοῦ ἐλαίου ὀυκ ἠλαπτονήθη κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ ἡλίου. κὰι ἐγένετο μετὰ τᾶυτα κὰι ἠρρώστησεν ὁ ὑιὸς τῆς γυναικὸς τῆς κυρίας τοῦ ὄικου, κὰι ἦν ἡ ἀρρωστία ἀυτοῦ κραταιὰ σφόδρα ἕως ὁῦ ὀυκ ὑπελείφθη ἐν ἀυτῶ πνοὴ ζωῆς. κὰι ἐῖπεν ἡ γυνὴ πρὸς ἡλίαν, τί ἐμοὶ κὰι σοὶ ἄνθρωπε τοῦ θεοῦ, ἐισῆλθες πρός με τ{ο}ῦ ἀναμνῆσαι τὰς ἀδικίας μου κὰι θανατῶσαι τὸν ὑιόν μου; κὰι ἐῖπεν ἡλίας πρὸς τὴν γυναῖκα, δός μοι τὸν ὑιόν σου, κὰι ἔλαβεν ἀυτὸν ἐκ τοῦ κόλπου ἀυτῆς, κὰι ἀνήνεγκεν ἀυτὸν ἐις τὸ ὑπερῶον ἐν ὧ ἀυτὸς ἐκάθητο ἐκεῖ,κὰι ἐκοίμισεν ἀυτὸν ἐπὶ τὴν κλίνην ἀυτοῦ. κὰι ἀνεβόησεν ἡλίας πρὸς κύριον, κὰι ἐῖπεν, κύριε ὁ θεός μου καί γε τὴν χήραν μεθ᾿ ἧς ἐγὼ ὀικῶ μετ᾿ ἀυτῆς, σὺ ἐκάκωσας τοῦ θανατῶσαι τὸν ὑιὸν ἀυτῆς; κὰι ἐνεφύσησε τῶ παιδαρίω τρίς, κὰι ἐπεκαλέσατο τὸν κύριον, κὰι ἐῖπε, κύριε ὦ θεός μου ἐπιστραφήτω δή ἡ ψυχὴ τοῦ παιδαρίου τούτου ἐις ἀυτό. κὰι ἐγένετο ὅυτως, κὰι ἐπεστράφη ἡ ψυχὴ τοῦ παιδαρίου ἐις ἀυτό. κὰι ἀνεβόησε τὸ παιδάριον, κὰι κατήγαγεν ἀυτὸ ἀπὸ τοῦ ὑπερώου ἐις τὸν ὀῖκον, κὰι ἔδωκεν ἀυτὸ τῆ μητρὶ ἀυτοῦ. κὰι ἐῖπεν ἡλίας, βλέπε ζῆ ὁ ὑιός σου. κὰι ἐῖπεν ἡ γυνὴ πρὸς ἡλίαν, ἰδοὺ ἔγνωκα, ὅτι ἄνθρωπος τοῦ θεοῦ ἐῖ σύ, κὰι ῥῆμα κυρίου ἐν τῶ στόματί σου ἀληθινόν.

Chapter 18

Καὶ ἐγένετο μεθ᾿ ἡμέρας πολλὰς,κὰι ῥῆμα κυρίου ἐγένετο πρὸς ἡλίαν ἐν τῶ ἐνιαυτῶ τῶ τρίτω λέγων, πορεύου κὰι ὄφθητι τῶ ἀχαάβ, κὰι δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς. κὰι ἐπορεύθη ἡλίας τοῦ ὀφθῆναι τῶ ἀχαάβ, κὰι ἦν λιμὸς κραταιὸς ἐν τῆ σαμαρεία. κὰι ἐκάλεσεν ἀχαὰβ τὸν ἀβδίου τὸν ὀικονόμον. κὰι ἀβδίου ἦν φοβούμενος τὸν κύριον σφόδρα. κὰι ἐγένετο ἐν τῶ τύπτειν ἰεζάβελ τοὺς προφήτας κυρίου, κὰι ἔλαβεν ἀβδίου ἑκατὸν προφήτας κὰι κατέκρυψεν ἀυτοὺς ἀνὰ πεντήκοντα ἐν δύο σπηλαίοις, κὰι διέτρεφεν ἀυτοὺς ἐν ἄρτω κὰι ὕδατι. κὰι ἐῖπεν ἀχαὰβ πρὸς ἀβδίου, δεῦρο κὰι διέλθωμεν ἐν τῆ γῆ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων κὰι ἐπὶ πάντας τοὺς χειμάρρους, ἔιπως ἕυρωμεν βοτάνην, κὰι περιποιησόμεθα ἵππους κὰι ἡμιόνους, κὰι ὀυκ ἐξολοθρευθήσεται ἀφ᾿ ἡμῶν κτήνη. κὰι διεμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ πορευθῆναι ἐν ἀυτῆ. ἀχαὰβ ἐποιρεύθη ἐν ὁδῶ μιᾶ. κὰι ἀβδίου ἐπορεύθη ἐν ὁδῶ ἄλλη μόνος, κὰι ἦν ἀβδίου ἐν τῆ ὁδῶ μόνος. κὰι ἰδοὺ ἡλίας ἐις συνάντησιν ἀυτῶ. κὰι ἔσπευσεν ἀβδίου κὰι ἔπεσεν ἐπὶ πρόσωπον ἀυτοῦ,κὰι ἐῖπεν, ἐι σὺ ἐῖ κύριέ μου ἡλία; κὰι ἐῖπεν ἡλίας πρὸς ἀβδίου, ἐγώ ἐιμι, πορεύου λέγε τῶ κυρίω σου, ἰδοὺ ἡλίας. κὰι ἐῖπεν ἀβδίου, τί ἡμάρτηκα, ὅτι σὺ δίδως τὸν δοῦλόν σου ἐις χεῖρας ἀχαὰβ τοῦ θανατῶσαί με; ζῆ κύριος ὁ θεός σου, ἐι ἔστιν ἔθνος ἢ βασιλεία ὁῦ ὀυκ ἀπέσταλκέν με ὁ κύριός μου ζητεῖν σε. κὰι ἐῖπον, ὀυκ ἔστιν. κὰι ὅρκισεν τὴν βασιλείαν κὰι τὰς χώρας ἀυτῆς, κὰι ὀυχ {ἔ}υρισκέ σε. κὰι νῦν σὺ λέγεις, πορεύου κὰι ἀπάγγελλε τῶ κυρίω σου, ἰδοὺ ἡλίας. κὰι ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σοῦ, κὰι πνεῦμα κυρίου ἀρεῖ σε ἐις γῆν ἣν ὀυκ ὀῖδα, κὰι ἀπελεύσομαι τοῦ ἀπαγγεῖλαι τῶ ἀχαὰβ κὰι ὀυχ ἕυρη σε, κὰι ἀποκτενεῖ με, κὰι ὁ δοῦλός σου φοβούμενος τὸν κύριον ἐκ νεότητος ἀυτοῦ. ἢ ὀυκ ἀπηγγέλη σοι, ἃ πεποίηκα κύριέ μου ἐν τῶ ἀποκτείνειν ἰεζάβελ τοὺς προφήτας κυρίου, κὰι ἔλαβον ἐκ τῶν προφητῶν κυρίου ἑκατὸν ἄνδρας, κὰι ἔκρυψα ἀυτοὺς ἀνὰ πεντήκοντα ἐν τοῖς σπηλαίοις, κὰι διέθρεψα ἀυτοὺς ἐν ἄρτοις κὰι ὕδασιν; κὰι νῦν σὺ λέγεις, πορεύου κὰι λέγε τῶ κυρίω σου, ἰδοὺ ἡλίας,κὰι ἀποκτενεῖ με. κὰι ἐῖπεν ἡλίας, ζῆ κύριος τῶν δυνάμεων ὧ παρέστην ἐνώπιον ἀυτοῦ, ὅτι σήμερον ὀφθήσομαι ἀυτῶ. κὰι ἐπορεύθη ἀβδίου ἐις συνάντησιν τῶ ἀχαάβ, κὰι ἀπήγγειλεν ἀυτῶ. κὰι ἔδραμεν ἀχαὰβ κὰι ἐπορεύθη ἐις συνάντησιν ἡλίου. κὰι ἐγένετο ὡς ἐῖδεν ἀχαὰβ τὸν ἡλίαν, κὰι ἐῖπεν ἀχαὰβ πρὸς ἡλίαν, ἐι σὺ ἐῖ ἀυτὸς ὁ διαστρέφων τὸν ἰσραήλ; κὰι ἐῖπεν ἡλίας, ὀυ διαστρέφω ἐγὼ τὸνἰσραήλ, ἀλλ᾿ ἢ σὺ κὰι ὁ ὀῖκος τοῦ πατρός σου, ἐν τῶ καταλιπεῖν ὑμᾶς κύριον τὸν θεὸν ὑμῶν κὰι πορευθῆναι ὀπίσω τῶν βααλείμ. κὰι νῦν ἀπόστειλον κὰι συνάθροισον πρός με πάντα ἰσραὴλ ἐις τὸ ὄρος τὸ καρμήλιον. κὰι τοὺς προφήτας τοῦ βαὰλ τετρακοσίους πεντήκοντα, κὰι τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίους ἐσθίοντας τράπεζαν ἰεζάβελ. κὰι ἀπέστειλεν ἀχαὰβ ἐις πάντα τὸν ἰσραήλ,κὰι συνήγαγε πάντας τοὺς προφήτας ἐις τὸ ὄρος τὸ καρμήλιον. κὰι προσῆλθεν ἡλίας πρὸς πάντα τὸνλαόν,κὰι ἐῖπε πρὸς ἀυτούς, ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ᾿ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν, ἐι ἔστι κύριος ὁ θεός, πορεύεσθε ὀπίσω ἀυτοῦ. ἐι δὲ ὁ βαάλ ἐστι, πορεύεσθε ὀπίσω ἀυτοῦ. κὰι ὀυκ ἀπεκρίθη ὁ λαὸς λόγον. κὰι ἐῖπεν ἡλίας πρὸς τὸν λαόν, ἐγὼ ὑπολέλειμμαι προφήτης κυρίου μονώτατος κὰι ὁι προφῆται τοῦ βαὰλ τετρακόσιοι κὰι πεντήκοντα ἄνδρες. δότωσαν ὀῦν ὑμῖν δύο βόας, κὰι ἐκλεξάτωσαν ἑαυτοῖς τὸν ἕνα, κὰι μελισάτωσαν, κὰι ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων, κὰι πῦρ μὴ ἐπιθέτωσαν. κὰι ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον, κὰι πῦρ ὀυ μὴ ἐπίθω. κὰι βοᾶτε ἐν ὀνόματι τῶν θεῶν ὑμῶν, κὰι ἐγὼ ἐπικαλέσομαι ἐν ὀνόματι κυρίου θεοῦ μου. κὰι ἔσται ὁ θεὸς ὃς ἂν ἐπακούση ἐν πυρί, ὁῦτός ἐστι θεός. κὰι ἀπεκρίθη πᾶς ὁ λαὸς κὰι ἐῖπεν, ἀγαθὸς ὁ λόγος, ὃν ἐλάλησας. κὰι ἐῖπεν ἡλίας τοῖς προφήταις τοῦ βάαλ, ἐκλέξασθε ἑαυτοῖς τὸν βοῦν τὸν ἕνα, κὰι ποιήσατε πρῶτοι, ὅτι ὑμεῖς πολλόι, κὰι ἐπικαλεῖσθε ἐν ὀνόματι τῶν θεῶν ὑμῶν, κὰι πῦρ μὴ ἐπίθητε. κὰι ἔλαβον τὸν βοῦν κὰι ἐποίησαν, κὰι ἐπεκαλοῦντο ἐν ὀνόματι τοῦ βάαλ ἐκ πρωΐας ἕως μεσημβρίας,κὰι ἐῖπον, ἐπάκουσον ἡμῶν ὦ βάαλ ἐπάκουσον ἡμῶν. κὰι ὀυκ ἦν φωνὴ κὰι ὀυκ ἦν ἀκρόασις. κὰι διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου ὁῦ ἐποίησαν. κὰι ἐγένετο μεσημβρία, κὰι ἐμυκτήρισεν ἀυτοὺς ἡλίας ὁ θεσβίτης κὰι ἐῖπεν, ἐπεκαλεῖσθε ἐν φωνῆ μεγάλη, μή ποτε ἀδολεσχία τίς ἐστιν ἀυτῶ, κὰι ἅμα μή ποτε χρηματίζει ἀυτὸς ἢ μή ποτε καθεύδει κὰι ἐξαναστήσεται. κὰι ἐπεκαλοῦντο ἐν φωνῆ μεγάλη κὰι κατετέμνοντο κατὰ τὸν ἐθισμὸν ἀυτῶν ἐν μαχαίραις κὰι ἐν σειρομάσταις ἕως ἐκχύσεως ἅιματος ἐπ᾿ ἀυτούς, κὰι προεφήτευον ἕως ὁῦ παρῆλθε τὸ μεσημβρινόν. κὰι ἐγένετο ὡς ὁ καιρὸς τῇς μεσημβρίας τοῦ ἀναβῆναι τὴν θυσίαν, κὰι ὀυκ ἦν φωνὴ κὰι ὀυκ ἦν ἀκρόασις. κὰι ἐῖπεν ἡλίας πρὸς τὸν λαόν, προσαγάγετε πρός με, κὰι προσήγαγε πᾶς ὁ λαὸς πρὸς ἀυτόν,κὰι ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον. κὰι ἔλαβεν ἡλίας δώδεκα λίθους κατὰ ἀριθμὸν τῶν φυλῶν τοῦ ἰσραήλ, ὡς ἐλάλησε κύριος πρὸς ἀυτὸν λέγων, ἰσραὴλ ἔσται τὸ ὄνομά σου. κὰι ὠκοδόμησε τοὺς λίθους ἐν ὀνόματι κυρίου, κὰι ἰάσατο τὸ θυσιαστήριον κυρίου τὸ κατεσκαμμένον. κὰι ἐποίησε θααλὰ χωροῦν δύο μετρητὰς σπέρματος κυκλόθεν τοῦ θυσιαστηρίου. κὰι ἐπέθηκε τὰς σχίδακας, ἐπὶ τὸ θυσιαστήριον ὃ ὀποίησεν. κὰι ἐμέλισε τὸ ὁλοκαύτωμα κὰι ἐπέθηκεν ἐπὶ τὰς σχίδακας,κὰι ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον. κὰι ἐῖπεν ἡλίας, λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος, κὰι ἐπιχέατε ἐπὶ τὸ ὁλοκαύτωμα κὰι ἐπὶ τὰς σχίδακας. κὰι ἐῖπε δευτερώσατε,κὰι ἐδευτέρωσαν. κὰι ἐῖπεν τρισσεύσατε,κὰι ἐτρίσσευσαν. κὰι ἐπορεύετο τὸ ὕδωρ κυκλόθεν τοῦ θυσιαστηρίου, κὰι τὴν θααλὰ ἔπλησεν ὕδατος. κὰι ὡς ἦν καιρὸς τοῦ προσφέρεσθαι τὴν θυσίαν, κὰι παρεγένετο ἡλίας ὁ προφήτης κὰι ἐῖπεν, κύριε ὁ θεὸς ἁβραὰμ κὰι ἰσαὰκ κὰι ἰσραὴλ σήμερον γνώτω πᾶς ὁ λαὸς ὁῦτος, ὅτι σὺ μόνος κύριος ὁ θεὸς ἰσραήλ, κὰι ἐγὼ δοῦλος σός, κὰι διὰ σὲ πεποίηκα ταῦτα πάντα. ἐπάκουσόν μου κύριε ἐπάκουσόν μου, κὰι γνώτω ὁ λαὸς ὁῦτος,ὅτι σὺ κύριος ὁ θεός, κὰι σὺ ἐπέστρεψας τὴν καρδίαν τοῦ λαοῦ ὀπίσω σου. κὰι ἔπεσε πῦρ παρὰ κυρίου ἐκ τοῦ ὀυρανοῦ, κὰι κατέφαγε τὸ ὁλοκαύτωμα κὰι τὰς σχίδακας κὰι τὸ ὕδωρ τὸ ἐπ᾿ ἀυτῶ κὰι τὸ ὕδωρ τὸ ἐν τῆ θααλὰ κὰι τοὺς λίθους κὰι τὸν χοῦν ἐξέλιξε τὸ πῦρ, κὰι ἐῖδε πᾶς ὁ λαὸς κὰι ἔπεσεν ἐπὶ πρόσωπον ἀυτῶν. κὰι ἐῖπον, ἀληθῶς κύριός ἐστιν ὁ θεός, κύριος ἀυτός ἐστι θεός. κὰι ἐῖπεν ἡλίας πρὸς τὸν λαόν, συλλάβετε τοὺς προφήτας τοῦ βάαλ, μηδεὶς σωθήτω ἐξ ἀυτῶν. κὰι συνέλαβον ἀυτούς, κὰι κατήγαγεν ἀυτοὺς ἡλίας ἐις τὸν χειμάρρουν κισών, κὰι ἔσφαξεν ἀυτοὺς ἐκεῖ. κὰι ἐῖπεν {NOTE: AFTER ALL THIS TIME, I GO AHEAD AND TEST THESE VOWELS TO SEE WHICH CAN ACCEPT THE COMBINATIONS, AND HERE ARE EXAMPLES: ἆἑἷὁὗὦἦ SO IT IS JUST THE EPSILON AND OMICRON THAT DO NOT TAKE A CIRCUMFLEX, AND I WILL TRY TO REMEMBER THAT FOR MY TRANSCRIPTION HENCEFORTH.} ἡλίας τῶ ἀχαάβ, ἀνάστηθι κὰι φάγε κὰι πίε, ὅτι φωνὴ τοῦ ἤχους τοῦ ὑετοῦ. κὰι ἀνέστη ἀχαὰβ τοῦ φαγεῖν κὰι πιεῖν. κὰι ἡλίας ἀνέβη ἐις τὸν κάρμηλον κὰι ἔκυψεν ἐπὶ τὴν γῆν, κὰι ἔθηκεν τὸ πρόσωπον ἀυτοῦ ἀναμέσον τῶν γονάτων ἀυτοῦ. κὰι ἐῖπεν τῶ παιδαρίω ἀυτοῦ, ἀνάβηθι κὰι επίβλεψον ὁδὸν θαλάσσης. κὰι ἀνέβη κὰι ἐπέβλεψε τὸ παιδάριον,κὰι ἐῖπεν, ὀυκ ἔστιν ὀυθέν. κὰι ἐῖπεν ἡλίας, ἐπίστρεψον κὰι ἐπίβλεψον ἑπτάκις. κὰι ἐγένετο ἐν τῶ ἑβδόμω, κὰι ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρός, ἀνάγουσα ὕδωρ ἀπὸ θαλάσσης. κὰι ἐῖπεν, ἀνάβηθι κὰι ἐῖπον τῶ ἀχαάβ, ζεῦξον τὸ ἅρμα σου κὰι κατάβηθι, μὴ καταλάβη σε ὁ ὑετός. κὰι ἐγένετο ἕως ὧδε κὰι ὧδε, κὰι ὁ ὀυρανὸς συνεσκότασεν ἐν νεφέλαις κὰι πνευματί, κὰι ἐγένετο ὑετὸς μέγας. κὰι ἵππευσεν ἀχαὰβ κὰι ἐπορεύετο ἐις ἰεζραήλ. κὰι χεὶρ κυρίου ἐγένετο ἐπὶ τὸν ἡλίαν, κὰι συνέσφυγξε τὴν ὀσφὺν ἀυτοῦ,κὰι ἔτρεχεν ἔμπροσθεν ἀχαὰβ ἕως ἰεζραήλ.

Chapter 19

Καὶ ἀνήγγειλεν ἀχαὰβ τῆ ἰεζαβὲλ πάντα ὅσα ἐποίησεν ἡλίας, κὰι ὡς ἀπέκτεινε τοὺς προφήτας ἐν ῥομφαία. κὰι ἀπέστειλεν ἰεζάβελ πρὸς ἡλίαν κὰι ἐῖπεν, τάδε ποιήσαισάν μοι ὁι θεοὶ κὰι τάδε προσθείησαν, ὅτι ταύτην τὴν ὥραν ἄυριον θήσομαι τὴνψυχήν σου, καθὼς ψυχὴν ἑνὸς ἐξ ἀυτῶν. κὰι ἐφοβήθη ἡλίας κὰι ἀνέστη κὰι ἀπῆλθε κατὰ τὴν ψυχὴν ἀυτοῦ, κὰι ἔρχεται ἐις βηρσαβεαὶ ἥ ἐστι τοῦ ἰούδα. κὰι ἀφῆκε τὸ παιδάριον ἀυτοῦ ἐκεῖ, κὰι ἀυτὸς ἐπορεύθη ἐν τῆ ἐρήμω ὁδὸν ἡμέρας. κὰι ἦλθε κὰι ἐκάθισεν ὑποκάτω ῥαθὰμ, κὰι ἠτήσατο τὴν ψυχὴν ἀυτοῦ ἀποθανεῖν. κὰι ἐῖπεν, ἱκανούσθω νῦν κύριε, λάβε δὴ τὴν ψυχήν μου ἀπ᾿ ἐμοῦ, ὅτι ὀυ κρείσσων ἐιμὶ ἐγὼ ὑπὲρ τοὺς πατέρας μου. κὰι ἐκοιμήθη κὰι ὕπνωσεν ὑπὸ φυτὸν ἐκεῖ. κὰι ἰδού τις ἄγγελος ἥψατο ἀυτοῦ, κὰι ἐῖπεν ὀυτῶ, ἀνάστηθι κὰι φάγε. κὰι ἐπέβλεψε,κὰι ἰδοὺ πρὸς κεφαλῆς ἀυτοῦ ἐγκρυφίας ὀλυρίτης κὰι καμψάκης ὕδατος. κὰι ἀνέστη ἡλίας κὰι ἔφαγε κὰι ἔπιεν, κὰι ἐπιστρέψας ἐκοιμήθη. κὰι ἐπέστρεψεν ὁ ἄγγελος κυρίου ἐκδευτέρου, κὰι ἥψατο ἀυτοῦ, κὰι ἐῖπεν ἀυτῶ, ἀνάστηθι κὰι φάγε, ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός. κὰι ἀνέστη κὰι ἔφαγεν κὰι ἔπιεν. κὰι ἐπορεύθη ἐν τῆ ἰσχύι τῆς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας κὰι τεσσαράκοντα νύκτας ἕως ὄρους χωρήβ. κὰι ἐισῆλθεν ἐκεῖ ἐις τὸ σπήλαιον κὰι κατέλυσεν ἐκεῖ. κὰι ἰδοὺ ῥῆμα κυρίου πρὸς ἀυτόν. κὰι ἐῖπε, τί σοι ἐνταῦθα ἡλία; κὰι ἐῖπεν ἡλίας, ζηλὼν ἐζήλωκα τῶ κυρίω παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε ὁι ὑιοὶ ἰσραήλ. τὰ θυσιαστήριά σου κατέσκαψαν, κὰι τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαία, κὰι ὑπελείφθην ἐγὼ μονώτατος,κὰι ζητοῦσι τὴν ψυχήν μου λαβεῖν ἀυτήν. κὰι ἐῖπεν ἐξελεύση κὰι στήση ἐνώπιον κυρίου ἐν τῶ ὄρει,κὰι ἰδοὺ κύριος παρελεύσεται κὰι πνεῦμα μέγα κραταιὸν διαλύον ὄρη κὰι συντρίβον πέτρας ἐνώπιον κυρίου, ὀυκ ἐν τῶ πνεύματι κύριος. κὰι μετὰ τὸ πνεῦμα συσσεισμός, ὀυκ ἐν τῶ συσσεισμῶ κύριος. κὰι μετ`α τὸνσυσσεισμὸν πῦρ, ὀυκ ἐν τῶ πυρὶ κύριος. κὰι μετὰ τὸ πῦρ φωνὴν ἄυρας λεπτῆς, κἀκεῖ κύριος. κὰι ἐγένετο ὡς ἤκουσεν ἡλίας, ἐπεκάλυψε τὸ πρόσωπον ἀυτοῦ ἐν τῆ μηλωτῆ ἀυτοῦ, κὰι ἐξῆλθε κὰι ἔστη παρὰ τὸ σπήλαιον. κὰι ἰδοὺ πρὸς ἀυτὸν φωνὴ κὰι ἐῖπε, τί σοι ἐνταῦθα ἡλία; κὰι ἐῖπεν ἡλίας, ζηλῶν ἐζήλωκα τῶ κυρίω θεῶ παντοκράτορι, ὅτι ἐγκατέλιπον τὴν διαθήκην σου ὁι ὑιοὶ ἰσραήλ, τὰ θυσιαστήριά σου κατέσκαψαν, κὰι τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαία, κὰι ὑπολελείφθην ἐγὼ μονώτατος, κὰι ζητοῦσι τὴν ψυχήν μου λαβεῖν ἀυτήν. κὰι ἐῖπε κύριος πρὸς ἀυτόν,πορεύου κὰι ἀνάστρεφε ἐις τὴν ὁδόν σου, κὰι ἥξεις ἐις ὁδὸν ἐρήμου δαμασκοῦ. κὰι χρίσεις τὸν ἀζαὴλ ἐις βασιλέα ἐπὶ συρίαν, κὰι τὸν ἰοῦ ὑιὸν ναμεσσεὶ χρΐσεις ἐις βασιλέα ἐπὶν ἰσραήλ, κὰι τὸν ἐλισεαὶ ὑιὸν σαφὰτ ἐξ ἀβελμεούλα χρίσεις ἐις προφήτην ἀντὶ σοῦ. κὰι ἔσται τὸν σωζόμενον ἐκ ῥομφαίας ἀζαήλ, θανατώσει ἰοῦ. κὰι τὸν σωζόμενον ἐκ ῥομφαίας ἰοῦ, θανατώσει ἑλισεαί. κὰι καταλείψω ἐξ ἰσραὴλ ἑπτὰν χιλιάδας ἀνδρῶν, πάντα τὰ γόνατα ἃ ὀυκ ἔκαμψαν γόνυ τῆ βαάλ, κὰι πᾶν στόμα ὃ ὀυ προσεκύνησεν ἀυτῶ. κὰι ἀπῆλθεν ἡλίας ἐκεῖθεν κὰι ἑυρίσκει ἐκεῖ τὸν ἑλισεαὶ ὑιὸν σαφάτ,κὰι ἀυτὸς ἦν ἀροτριῶν ἐν βουσί. δώδεκα ζεύγη βοῶν ἦν ἐνώπιον ἀυτοῦ, κὰι ἀυτὸς ἐν τοῖς δώδεκα. κὰι ἀπῆλθεν ἐπὶ τὸν ἑλισεαὶ ἡλίας,κὰι ἔρριψεν ἐπ᾿ ἀυτὸν τὴν μηλωτὴν ἀυτοῦ.κὰι κατέλιπεν ἑλισεαὶ τοὺς βόας,κὰι ἔδραμεν ὀπίσω ἡλίου κὰι ἐῖπε, καταφιλήσω τὸν πατέρα μου κὰι τὴν μητέρα μου, κὰι ἀκολουθήσω σοι ὀπίσω σου. κὰι ἐῖπεν ἀυτῶ, πορεύου ἀνάστρεφε,τί πεποίηκά σοι; κὰι ἀνέστρεψεν ἀπὸ ὄπισθεν ἀυτοῦ. κὰι ἔλαβε τὰ ζεύγη τῶν βοῶν, κὰι ἔθυσε κὰι ἤψησεν ἀυτὰ ἐν τοῖς σκεύεσι τῶν βοῶν, κὰι ἔδωκεν τῶ λαῶ κὰι ἔφαγον. κὰι ἀνέστη κὰι ἐπορεύθη ὀπίσω ἡλίου,κὰι ἐλειτούργει ἀυτῶ.

Chapter 20

Καὶ συνήθροισεν ὑιὸς ἄδερ βασιλεὺς συρίας πᾶσαν τὴν δύναμιν ἀυτοῦ, κὰι τριάκοντα κὰι δύο βασιλεῖς μετ᾿ ἀυτοῦ, κὰι ἵπποι κὰι ἅρματα, κὰι ἀνέβησαν κὰι περιεκάθισαν ἐπὶ σαμαρείαν, κὰι ἐπολέμησαν ἀυτήν. κὰι ἀπέστειλεν ἀγγέλους πρὸς τὸν ἀχαὰβ βασιλέα ἰσραὴλ ἐις τὴν πόλιν. κὰι ἐῖπε πρὸς ἀυτόν, τάδε λέγει ὑιὸς ἄδερ, τὸ ἀργύριόν σου κὰι τὸ χρυσίον σου ἐμόν ἐστι,κὰι ἁι γυναῖκές σου κὰι τὰ τέκνα σου τὰ κάλλιστα ἐμά ἐστιν. κὰι ἀπεκρίθη ὁ βασιλεὺς ἰσραὴλ κὰι ἐῖπεν, καθὼς ἐλάλησας κύριέ μου βασιλεῦ, σός ἐιμι ἐγώ, κὰι πάντα τὰ ἐμά. κὰι ἀνέστρεψαν ὁι ἄγγελοι κὰι ἐῖπον, τάδε λέγει ὑιὸς ἄδερ, ἐγὼ ἀπέσταλκα πρὸς σὲ λέγων, τὸ ἀργύριόν σου κὰι τὸ χρυσίον σου κὰι τὰς γυναῖκάς σου κὰι τὰ τέκνα σου δώσεις μοι, ὅτι ταύτην τὴν ὥραν ἄυριον ἐξαποστελῶ τοὺς παῖδάς μου πρὸς σέ, κὰι ἐξερευνήσουσι τοὺς ὄικους σου κὰι τοὺς ὄικους τῶν παίδων σου,κὰι ἔσται πάντα ἐπιθυμήματα τῶν ὀφθαλμῶν ἀυτῶν, ἐφ᾿ ἃ ἂν ἐπιβάλωσι τὰς χεῖρας ἀυτῶν, λήψονται. κὰι ἐκάλεσεν ὁ βασιλεὺς ἰσραὴλ πάντας τοὺς πρεσβυτέρους τῆς γῆς, κὰι ἐῖπεν ἀυτοῖς, γνῶτε δὴ κὰι ἴδετε, ὅτι κακίαν ὁῦτος ζητεῖ, ὅτι ἀπέσταλκε πρός με περὶ τῶν γυναικῶν μου κὰι περὶ τῶν τέκνων μου. κὰι τὸ ἀργύριόν μου κὰι τὸ χρυσίον μου ὀυκ ἐκώλυσα ἀπ᾿ ἀυτοῦ. κὰι ἐῖπον ἀυτῶ ὁι πρεσβύτεροι κὰι πᾶς ὁ λαός, μὴ ἀκούσης κὰι μὴ θελήσης. κὰι ἐῖπεν τοῖς ἀγγέλοις ὑιοῦ ἄδερ, ἔιπατε τῶ κυρίω ὑμῶν κατὰ πάντα ὅσα ἀπέστειλας πρὸς τὸν δοῦλόν σου, ἐν πρώτοις ποιήσω. τὸ δὲ ῥῆμα τοῦτο ὀυ δυνήσομαι ποιῆσαι. κὰι ἀπῆλθον ὁι ἄνδρες κὰι ἀπέστρεψαν ἀυτῶ λόγον. κὰι ἀπέστειλε πρὸς ἀυτὸν ὑιὸς ἄδερ λέγων, τάδε ποιήσαιέν μοι ὁι θεοὶ κὰι τάδε προσθείησαν, ἐν ἐκποιήση ὁχοῦς σαμαρείας ταῖς δραξὶ παντὶ τῶ λαῶ τοῖς πεζοῖς μου. κὰι ἀπεκρίθη βασιλεὺς ἰσραὴλ κὰι ἐῖπεν, ἱκανούσθω ὑμῖν, μὴ καυχάσθω ὁ κιρτὸς ὡς ὁ ὄρθιος. κὰι ἐγένετο ὅτε ἀπεκρίθη ἀυτῶ τὸν λόγον τοῦτον, πίνων ἦν ἀυτὸς κὰι πάντες ὁι βασιλεῖς ὁι μετ᾿ ἀυτοῦ ἐν σκηναῖς. κὰι ἐῖπε τοῖς παισὶν ἀυτοῦ, ὀικοδομήσατε χάρακα. κὰι ἔθεντο χάρακα ἐπὶ τὴν πόλιν. κὰι ἰδοὺ προφήτης ἑῖς προσῆλθε τῶ ἀχαὰβ βασιλεῖ ἰσραήλ, κὰι ἐῖπε, τάδε λέγει κύριος, ἐι ἑώρακας πάντα τὸν ὄσχλον τὸν μέγα τοῦτον; ἰδοὺ ἐγὼ δίδωμι ἀυτὸν σήμερον ἐις τὰς χεῖράς σου, κὰι γνώση, ὅτι ἐγὼ κύριος. κὰι ἐῖπεν ἀχαάβ, ἐν τίνι; κὰι ἐῖπε, τάδε λέγει κύριος ἐν τοῖς παιδαρίοις τῶν ἀρχόντων τῶν χωρῶν. κὰι ἐῖπεν ἀχαάβ, τίς συνάψει τὸν πόλεμον; κὰι ἐῖπεν, σύ. κὰι ἐπεσκέψατο ἀχαὰβ τοὺς παῖδας τῶν ἀρχόντων τῶν χωρῶν, κὰι ἐγένοντο διακόσιοι τριάκοντα κὰι δύο.κὰι μετὰ ταῦτα ἐπεσκέψατο τὸν λαόν πάντα ὑιὸν δυνάμεως ἑπτὰ χιλιάδας, κὰι ἐξῆλθεν μεσημβρίας. κὰι ὑιὸς ἄδερ πίνων κὰι μεθύων ἐν σοκχὼθ ἀυτὸς κὰι ὁι βασιλεῖς, τριάκοντα κὰι δύο βασιλεῖς ὁι συμβοηθοὶ μετ᾿ ἀυτοῦ. κὰι ἐξῆλθον τὰ παιδάρια τῶν ἀρχόντων τῶν χωρῶν ἐν πρώτοις. κὰι ἀπέστειλεν ὑιὸς ἄβελ,κὰι ἀνήγγειλαν ἀυτῶ λέγοντες, ἄνδρες ἐξῆλθον ἐκ σαμαρείας. κὰι ἐῖπεν ὁ βασιλεύς, ἐι ἐις ἐιρήνην ἀυτοὶ ἐκπορεύονται, συλλάβετε ἀυτοὺς ζῶντας. κὰι ἐι ἐις πόλεμον ἐξῆλθ{ο}ν, συλλάβετε ἀυτοὺς ζῶντας. κὰι ἐξῆλθον ἐκ τῆς πόλεως τὰ παιδάρια τῶν ἀρχόντων τῶν χωρῶν κὰι ἡ δύναμις ὀπίσω ἀυτῶν. κὰι ἐπάταξεν ἕκαστος τὸν παρ᾿ ἁυτοῦ, κὰι ἔφυγον ὁι σύροι. κὰι κατεδίωξεν ἀυτοὺς ἰσραήλ, κὰι σώζεται ὑιὸς ἄδερ βασιλεὺς συρίας ἐφ᾿ ἵππων ἱππέων. κὰι ἐξῆλθεν ὁ βασιλεὺς ἰσραήλ, κὰι ἔλαβε τοὺς ἵππους κὰι τὰ ἅρματα, κὰι ἐπάταξεν πληγὴν μεγάλην ἐν συρία. κὰι προσῆλθεν ὁ προφήτης πρὸς τὸν βασιλέα ἰσραὴλ λέγων, κραταιοῦ κὰι γνῶθι κὰι ἴδε τί ποιήσεις; ὅτι ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ, ὑιὸς ἄδερ βασιλεὺς συρίας ἀναβαίνει ἐπὶ σέ. κὰι ὁι παῖδες βασιλέως συρίας ἐῖπον πρὸς ἀυτόν, θεὸς ὀρέων ὁ θεὸς ἰσραὴλ κὰι ὀυ θεὸς κοιλάδων, διὰ τοῦτο ἐκράτησαν ὑπὲρ ἡμᾶς. ἐὰν δὲ πολεμήσωμεν ἀυτοὺς κατ᾿ ἐυθὺ ἦ μὴν κρατήσομεν ὑπέρ ἀυτούς.κὰι ποίησον κατὰ τὸ ῥῆμα τοῦτο, ἀπόστεισον τοὺς βασιλεῖς ἕκαστον ἐις τὸν τόπον ἀυτοῦ, κὰι θὲς ἀντ᾿ ἀυτῶν σατράπας, κὰι ἄλλαξον σὺ κατὰ τὴν δύναμιν τὴν πεσοῦσαν ἀπὸ σοῦ, κὰι ἵππον κατὰ τὸν ἵππον, κὰι ἅρματα κατὰ τὰ ἅρματα, κὰι πολεμήσομεν πρὸς ἀυτοὺς κατ᾿ ἐυθύ, κὰι κρατήσομεν ὑπὲρ ἀυτούς. κὰι ἤκουσε τῆς φωνῆς ἀυτῶν, κὰι ἐποίησεν ὅυτως. κὰι ἐγένετο ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ, κὰι ἐπεσκέψατο ὑιὸς ἄδερ τὴν συρίαν, κὰι ἀνέβη ἐις ἀφεκὰ ἐις πόλεμον ἐπὶ ἰσραήλ. κὰι ὁι ὑιοὶ ἰσραὴλ ἐπεσκέπησαν, κὰι παρεγένοντο ἐις ἀπάντησιν ἀυτῶν.κὰι παρενέβαλεν ἰσραὴλ ἐξ ἐναντίας ἀυτῶν, ὡσεὶ δύο ποίμνια ἀιγῶν. κὰι συρία ἔπλησε τὴν γῆν. κὰι προσῆλθεν ἄνθρωπος τοῦ θεοῦ, κὰι ἐῖπε τῶ βασιλεῖ ἰσραήλ, τάδε λέγει κύριος, ἀνθ᾿ ὧν ἐῖπεν συρία, ὅτι θεὸς ὀρέων κύριος ὁ θεὸς ἰσραὴλ κὰι ὀυ θεὸς κοιλάδων ἀυτός, κὰι δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην ἐις χεῖράς σου, κὰι γνώση ὅτι ἐγὼ κύριος. κὰι παρεμβάλλουσιν ὁῦτοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας. κὰι ἐγένετο τῆ ἡμέρα τῆ ἑβδόμη, κὰι προσῆγεν ὁ πόλεμος. κὰι ἐπάταξεν ἰσραὴλ τὴν συρίαν ἑκατὸν χιλιάδας πεζῶν μιᾶ ἡμέρα. κὰι ἔφυγον ὁι κατάλοιποι ἐις ἀφεκά, ἐις τὴν πόλιν. κὰι ἔπεσε τὸ τεῖχος ἐπὶ ἔικοσι κὰι ἑπτὰ χιλιάδας ἀνδρῶν τῶν καταλοίπων. κὰι ὑιὸς ἄδερ ἔφυγε κὰι ἐισῆλθεν ἐις τὸν ὀῖκον τοῦ κοιτῶνος ἐις τὸ ταμιεῖον. κὰι ἐῖπον ὁι παῖδες ἀυτοῦ πρὸς ἀυτόν, ἰδοὺ δὴ ἠκούσαμεν, ὅτι βασιλεῖς ὄικου ἰσραὴλ βασιλεῖς ἐλέους ἐισὶν. ἐπιθώμεθα ὀῦν σάκκους ἐπὶ τὰς ὀσφῦς ἡμῶν,κὰι σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμῶν, κὰι πορευθῶμεν πρὸς τὸν βασιλέα ἰσραήλ, ἔι πως ζωογονήση τὰς ψυχὰς ἡμῶν. κὰι περιεζώσαντο τὰς ὀσφύας ἀυτῶν σάκκους κὰι ἔδησαν σχοινίοις τὰς κεφαλὰς ἀυτῶν, κὰι ἐῖπον τῶ βασιλεῖ ἰσραήλ, ὁ δοῦλός σου ὑιὸς ἄδερ λέγει, ζησάτω δὴ ἡ ψυχή μου. κὰι ἐῖπεν, ἐι ἔτι ζῆ, ἀδελφός μου ἐστίν. κὰι ὁι ἄνδρες ὀιωνίσαντο κὰι ἔσπευσαν κὰι ἀνελέξαντο τὸν λόγον ἀυτοῦ ἐκ τοῦ στόματος ἀυτοῦ,κὰι ἐῖπον, ἀδελφός σου ὑιὸς ἄδερ. κὰι ἐῖπεν, ἐισέλθετε κὰι λάβετε ἀυτὸν. κὰι ἐξῆλθε πρὸς ἀυτὸν ὑιὸς ἄδερ, κὰι ἀναβιβάζουσιν ἀυτὸν ἐπὶ τὸ ἅρμα πρὸς ἀυτὸν. κὰι ἐῖπεν πρὸς ἀυτόν, τὰς πόλεις ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου ἀποδώσω σοι. κὰι ἐξόδους θήσεις ἐν δαμασκῶ σεαυτῶ, καθὼς ἔθετο ὁ πατήρ μου ἐν σαμαρεία. κὰι ἐγὼ ἐν διαθήκη ἐξαποστελῶ σε. κὰι διέθετο ἀυτῶ διαθήκην, κὰι ἐξαπέστειλεν ἀυτόν. κὰι ἄνθρωπος ἑῖς ἐκ τῶν ὑιῶν τῶν προφητῶν ἐῖπεν πρὸς τὸν πλησίον ἀυτοῦ, ἐν λόγω κυρίου πάταξον δή με, κὰι ὀυκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι ἀυτόν. κὰι ἐῖπε πρὸς ἀυτόν, ἀνθ᾿ ὧν ὀυκ ἤκουσας τῆς φωνῆς κυρίου, ἰδοὺ σὺ ἀποτρέχεις ἀπ᾿ ἐμοῦ, κὰι πατάξει σε ὁ λέων. κὰι ἀπῆλθεν ἀπ᾿ ἀυτοῦ, κὰι ἑῦρεν ἀυτὸν ὁ λέων κὰι ἐπάταξεν ἀυτόν. κὰι ἑυρίσκει ἄνθρωπον ἄλλον, κὰι λέγει ἀυτῶ, πάταξον δή με. κὰι ἐπάταξεν ἀυτὸν ὁ ἄνθρωπος, κὰι πατάξας συνέτριψε. κὰι ἐπορεύθη ὁ προφήτης κὰι ἐπέστη τῶ βασιλεῖ ἰσραὴλ ἐπὶ τῆς ὁδοῦ, κὰι κατεδήσατο ἐν τελαμῶνι τοὺς ὀφθαλμοὺς ἀυτοῦ. κὰι ἐγένετο ὡς ὁ βασιλεὺς παρεπορεύετο, κὰι ἀυτὸς ἐβόα πρὸς τὸν βασιλέα.κὰι ἐῖπεν, ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατιὰν τοῦ πολεμεῖν, κὰι ἰδοὺ ἀνὴρ ἑῖς ἤγαγε πρός με ἄνδρα, κὰι ἐῖπε μοι, φύλαξόν μοι τοῦτον, κὰι ἔσται ἐὰν ἐκπηδῶν ἐκπηδήση, ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς ἀυτοῦ, ἢ τάλαντον ἀργυρίου στήσεις. κὰι ἐγένετο ὡς ὁ δοῦλός σου περιεβλέπετο ὧδε κὰι ὧδε, κὰι ἰδοὺ ὁῦτος ὀυκ ἦν. κὰι ἐῖπε πρὸς ἀυτὸν ὁ βασιλεὺς ἰσραήλ, ἰδοὺ δικαστὴς σύ, παρ᾿ ἐμοὶ ἐφόνευσας. κὰι ἔσπευσε κὰι ἀφεῖλε τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν ἀυτοῦ. κὰι ἐπέγνω ἀυτὸν ὁ βασιλεὺς ἰσραὴλ ὅτι ἐκ τῶν προφητῶν ὁῦτος. κὰι ἐῖπε πρὸς ἀυτόν, τάδε λέγει κύριος, διότι ἐξαπέστειλας σὺ ἄνδρα ὀλέθριον ἐκ τῆς χειρός σου, ἰδοὺ ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς ἀυτοῦ, κὰι ὁ λαός σου ἀντὶ τοῦ λαοῦ ἀυτοῦ. κὰι ἀπῆλθεν ὁ βασιλεὺς ἰσραὴλ συγκεχυμένος κὰι κλαίων, κὰι ἔρχεται ἐις σαμαρείαν.

Chapter 21

Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, κὰι ἀμπελὼν ἑῖς ἦν τῶ ναβοὺθ τῶ ἰζραηλίτη παρὰ τῶ ὄικω ἀχαὰβ βασιλέως σαμαρείας. κὰι ἐλάλησεν ἀχαὰβ πρὸς ναβοὺθ λέγων, δός μοι τὸν ἀμπελῶνά σου, κὰι ἔσται μοι ἐις κῆπον λαχάνων, ὅτι ἐγγίζων ὁῦτος τῶ ὄικω μου, κὰι δώσω σοι ἀντ᾿ ἀυτοῦ ἀμπελῶνα ἄλλον ἀγαθὸν ὑπὲρ ἀυτόν, ἐι δὲ ἀρέσκει ἐνώπιόν σου δώσω σοι ἀργύριον ἄλλαγμα ἀντὶ τοῦ ἀμπελῶνός σου τούτου. κὰι ἐῖπεν ναβοὺθ πρὸς ἀχαάβ{,} μή μοι γένοιτο παρὰ κυρίου δοῦναι τὴν κληρονομίαν τῶν πατέρων μου σοί. κὰι ἦλθεν ἀχαὰβ πρὸς ὀῖκον ἀυτοῦ, συγκεχυμένος κὰι ἐκλελυμένος ἐπὶ τῶ λόγω ὧ ἐλάλησεν πρὸς ἀυτὸν ναβοὺθ ὁ ἰσραηλίτης, κὰι ἐῖπεν, ὀυ δώσω σοι τὴν κληρονομίαν τῶν πατέρων μου σοί.κὰι ἐγένετο τὸ πνεῦμα ἀχαὰβ τεταραγμένον,κὰι ἐκοιμήθη ἐπὶ τῆς κλίνης ἀυτοῦ κὰι συνεκάλυψεν τὸ πρόσωπον ἀυτοῦ, κὰι ὀυκ ἔφαγεν ἄρτον. κὰι ἐξῆλθε πρὸς ἀυτὸν ἰεζάβελ ἡ γυνὴ ἀυτοῦ, κὰι ἐῖπε πρὸς ἀυτόν, τί τὸ πνεῦμά σου τετάρακται, κὰι ὀυκ ἐῖ σὺ ἐσθίων ἄρτον; κὰι ἐῖπε πρὸς ἀυτήν, ὅτι λελάληκα πρὸς ναβοὺθ τὂν ἰζραηλίτην λέγων, δός μοι τὸν ἀμπελῶνά σου ἀργυρίου, ἐι δὲ μὴ βούλει, δώσω σοι ἀμπελῶνα ἀντ᾿ ἀυτοῦ. κὰι ἐῖπεν, ὀυ δώσω σοι τὴν κληρονομίαν τῶν πατέρων μου. κὰι ἐῖπε πρὸς ἀυτὸν ἰεζάβελ ἡ γυνὴ ἀυτοῦ, σὺ νῦν ὅυτω ποιεῖς βασιλείαν ἐπὶ ἰσραήλ; ἀνάστηθι κὰι φάγε ἄρτον κὰι σεαυτοῦ γενοῦ, κὰι ἐγὼ δώσω σοι τὸν ἀμπελῶνα ναβοὺθ τοῦ ἰζραηλίτου. κὰι ἔγραψεν ἰεχάβελ βιβλίον ἐπὶ τῶ ὀνόματι ἀχαάβ, κὰι ἐσφραγίσατο τῆ σφραγίδι ἀυτοῦ. κὰι ἀπέστειλε τὸ βιβλίον πρὸς τοὺς πρεσβυτέρους κὰι πρὸς τοὺς ἐλευθέρους τοὺς κατοικοῦντας μετὰ ναβούθ. κὰι ἐγέγραπτο ἐν τῶ βιβλίω λέγων, {νηστεύσατε} νηστείαν, κὰι καθίσατε τὸν ναβοὺθ ἐν ἀρχῆ τοῦ λαοῦ, κὰι καθίσατε δύο ἄνδρας ὑιοὺς παρανόμων ἐξ ἐναντίας ἀυτοῦ, κὰι καταμαρτυρησάτωσαν ἀυτοῦ λέγοντες, ἐυλόγηκας θεὸν κὰι βασιλέα. κὰι ἐξαγάγετε ἀυτὸν ἔξω, κὰι λιθοβολίσατε ἀυτὸν κὰι ἀποθανέτω. κὰι ἐποίησαν ὁι ἄνδρες τῆς πόλεως ὁι πρεσβύτεροι κὰι ὁι ἐλεύθεροι ὁι κατοικοῦντες ἐν τῆ πόλει ἀυτοῦ, καθὼς ἀπέστειλε πρὸς ἀυτοὺς ἰεζάβελ κὰι καθὼς γέγραπται ἐν τῶ βιβλίω. κὰι ἐνετείλαντο νηστείαν, κὰι ἐκάθισαν τὸν ναβοὺθ ἐν ἀρχῆ τοῦ λαοῦ, κὰι ἦλθον δύο ἄνδρες ὑιοὶ παρανόμων, κὰι ἐκάθισαν ἐξ ἐναντίας ἀυτοῦ, κὰι κατεμαρτύρησαν ἀυτοῦ ἄνδρες ἀποστασίας ναβοὺθ κατέναντι τοῦ λαοῦ λέγοντες, ἐυλόγηκας θεὸν κὰι βασιλέα. κὰι ἐξήγαγον ἀυτὸν ἔξω τῆς πόλεως κὰι ἐλιθοβόλησαν ἀυτὸν ἐν λίθοις κὰι ἀπέθανεν. κὰι ἀπέστειλαν πρὸς ἰεζάβελ λέγοντες, λελιθοβόληται ναβοὺθ κὰι τέθνηκεν. κὰι ἐγένετο ὡς ἤκουσεν ἰεζάβελ τῶν λεγόντων, λελιθοβόληται ναβοὺθ κὰι τέθνηκεν, ἐῖπεν ἰεζάβελ πρὸς τὸν ἀχαάβ, ἀνάστα κὰι κληρονόμει τὸν ἀμπελῶνα ναβοὺθ τοῦ ἰζραηλίτου, ὅτι ὀυκ ἔδωκέ σοι ἀργυιρ´ου, ὅτι ὀυκ ἔστι ναβοὺθ ζῶν ἀλλὰ τέθνηκεν. κὰι ἐγένετο ὡς ἤκουσεν ἀχαὰβ ὅτι τέθνηκε ναβούθ, ἀνέστη ἀχαὰβ κὰι κατέβη ἐις τὸν ἀμπελῶνα ναβοὺθ τοῦ ἰζραηλίτου τοῦ κληρονομῆσαι ἀυτόν. κὰι ἐῖπε κύριος πρὸν ἡλίαν τὸν θεσβύτην λέγων, ἀνάστηθι κὰι κατάβηθι ἐις ἀπάντησιν ἀχαὰβ βασιλέως ἰσραὴλ τοῦ ἐν σαμαρεία. ἰδοὺ ἀυτὸς ἐν τῶ ἀμπελῶνι ναβούθ, ὅτι καταβέβηκεν ἐκεῖ κληρονομῆσαι ἀυτόν. κὰι ἐρεῖς πρὸς ἀυτόν, τάδε λέγει κύριος, ἐφόνευσας κὰι ἐκληρονόμησας; διὰ τοῦτο τάδε λέγει κύριος, ἐν τῶ τόπω ὧ ἔλειξαν ὁι κύνες τὸ ἇιμα ναβούθ, ἐκεῖ λείξουσι ὁι κύνες τὸ ἇιμά σου. κὰι ἐπορεύθη ἡλίας πρὸς ἀχαὰβ. κὰι ἐῖπεν ἀχαὰβ πρὸς ἡλίαν, ἐι ἕυρηκάς με ὁ ἐχθρύς μου; κὰι ἐῖπεν ἡλίας, ἕυρηκα, διότι πέπρασαι μάτην, τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου, τοῦ παροργίσαι ἀυτόν. τάδε λέγει κύριος, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ κακά. κὰι ἐκ καύσω ὀπίσω σου κὰι ἐξολοθρεύσω τὸν ἀχαὰβ ὀυροῦντα πρὸς τοῖχον κὰι συνεχόμενον κὰι ἐγκαταλελειμμένον ἐν ἰσραήλ, κὰι δώσω τὸν ὀῖκόν σου ὡς τὸν ὀῖκον ἱεροβοὰμ ὑιοῦ ναβὰτ κὰι ὡς τὸν ὀῖκον βαασὰ ὑιοῦ ἀχιὰ περὶ τῶν παροργισμάτων ὧν παρώργισας κὰι ἐξήμαρτες τὸν {ἰσαρήλ}. κὰι τῆ ἰεζάβελ ἐλάλησε κύριος λέγων, ὁι κύνες φάγονται ἀυτὴν ἐν τῶ προτειχίσματι τοῦ ἰσραήλ. τὸν τεθνηκότα τοῦ ἀχαὰβ ἐν τῆ πόλει, καταφάγονται ὁι κύνες. κὰι τὸν τεθνηκότα ἀυτοῦ ἐν τῶ πεδίω, καταφάγονται τὰ πετεινὰ τοῦ ὀυρανοῦ. πλὴν ὀυκ ἦν ὡς ἀχαὰβ ὃς ἐπράθη ποιῆσαι τὸ πονηρόν ἐνώπιον κυρίου, ὡς μετέστησεν ἰεζάβελ ἡ γυνὴ ἀυτοῦ, κὰι ἐβδελύχθη σφόδρα τοῦ πορευθῆναι ὀπίσω τῶν βδελυγμάτων κατὰ πάντα ὅσα ἐποίησεν ὁ ἀμορραῖος, ὃν ἐξωλόθρευσε κύριος ἀπὸ προσώπου τῶν ὑιῶν ἰσραήλ.κὰι ἐγένετο ὡς ἤκουσεν αχαὰβ τὰ ῥήματα ταῦτα, διέρρηξε τὸν χιτῶνα ἀυτοῦ κὰι περιεβάλετο σάκκον κὰι ἐνηστεύσατο κὰι ἐκοιμήθη ἐν σάκκω, κὰι ἐπορεύετο κεκυφώς. κὰι ἐγένετο ῥῆμα κυρίου πρὸς ἡλίαν τὸν θεσβύτην, κὰι ἐῖπεν, ἑώρακας ὡς κατενύχθη ἀχαὰβ ἀπὸ προσώπου μου; ἀνθ᾿ οὗ ὅτι κατενύχθη ἀπὸ προσώπου μου, ὀυκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις ἀυτοῦ, ἀλλ᾿ ἢ ἐν ταῖς ἡμέραις τοῦ ὑιοῦ ἀυτοῦ ἐπάξω τὴν κακίαν ἐπὶ τὸν ὀῖκον ἀυτοῦ.

Chapter 22

Καὶ ἐκάθισεν τρία ἔτη, κὰι ὀυκ ἦν πόλεμος ἀναμέσον συρίας κὰι ἀναμέσον ἰσραήλ. κὰι ἐγένετο ἐν τῶ ἐνιαυτῶ τῶ τρίτω κὰι κατέβη ἰωσαφὰτ βασιλεὺς ἰούδα πρὸς ἀχαὰβ βασιλέα ἰσραήλ. κὰι ἐῖπεν ὁ βασιλεὺς ἰσραὴλ πρὸς τοὺς παῖδας ἀυτοῦ, ἐι ἔιδατε ὅτι ἡμῶν ἐστὶ ῥαμὼθ γαλαάδ, κὰι ἡμεῖς σιππῶμεν τοῦ μὴ λαβεῖν ἀυτὴν ἐκ χειρὸς βασιλέως συρίας; κὰι ἐῖπεν ὁ βασιλεὺς ἰσραὴλ πρὸς ἰωσαφάτ, ἀναβήση μετ᾿ ἐμοῦ ἐις ῥαμὼθ γαλαὰδ ἐις πόλεμον; κὰι ἐῖπεν ἰωσαφάτ, καθὼς σύ, ὅυτως κὰι ἐγώ. κὰι καθὼς ὁ λαός σου, ὅυτως κὰι ὁ λαός μου. κὰι καθὼς ὁι ἵπποι σου ὁι ἵπποι μου. κὰι ἐῖπεν ἰωσαφὰτ βασιλεὺς ἰούδα πρὸς ἀχαὰβ βασιλέα ἰσραήλ, ἐπερωτήσωμεν δή σήμερον τὸν κύριον. κὰι συνήθροισεν ὁ βασιλεὺς ἰσραὴλ πάντας τοὺς προφήτας ὡς τετρακοσίους ἄνδρας.κὰι ἐῖπεν ἀυτοῖς, ἐι πορευθῶ ἐις ῥαμὼθ γαλαὰδ ἐις πόλεμον, ἢ ἐπίσχω; κὰι ἐῖπαν, ἀνάβαινε, ὅτι διδοὺς δώσει κύριος ἐις χεῖρας τοῦ βασιλέως. κὰι ἐῖπεν ἰωσαφὰτ πρὸς τὸν βασιλέα ἰσραήλ, ὀυκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου, κὰι ἐπερωτήσομεν τὸν κύριον δι᾿ ἀυτοῦ; κὰι ἐῖπεν ὁ βασιλεὺς ἰσραὴλ πρὸς ἰωσαφάτ, ἔτι ἑῖς ἐστὶν ἀνὴρ ἐις τὸ ἐπερωτῆσαι τὸν κύριον δι᾿ ἀυτοῦ. κὰι ἐγὼ μεμίσηκα ἀυτόν, ὅτι ὀυ λαλεῖ περὶ ἐμοῦ ἀγαθά, ἀλλ᾿ ἢ κακά, μιχαίας ὑιὸς ἰαμλά. κὰι ἐῖπεν ἰωσαφάτ, μὴ λεγέτω ὁ βασιλεὺς ὅυτω.κὰι ἐκάλεσεν ὁ βασιλεὺς ἰσραὴλ ἐυνοῦχον ἕνα, κὰι ἐῖπε τοτάχος μιχαῖαν ὑιὸν ἰαμλά. κὰι ἰωσαφὰτ βασιλεὺς ἰούδα κὰι ἀχαὰβ βασιλεὺς ἰσραὴλ ἐκάθητο ἕκαστος ἐπὶ τὸν θρόνον ἀυτοῦ ἔνοπλοοι ἐν ἅλω πύλης σαμαρείας. κὰι πάντες ὁι προφῆται προεφήτευον ἐνώπιον ἀυτῶν. κὰι ἐποίησεν ἑαυτῶ σεδεκίας ὑιὸς χαναὰμ κέρατα σιδηρᾶ, κὰι ἐῖπε, τάδε λέγει κύριος, ἐν τούτοις κερατιεῖς τὴν συρίαν ἕως ἂν συντελεσθῆ. κὰι πάντες ὁι προφῆται προεφήτευον ὅυτως λέγοντες, ἀνάβαινε ἐις ῥαμὼθ γαλαάδ, κὰι ἐυοδώσει σε κύριος, κὰι δώσει ἐις χεῖράς σου τὸν βασιλέα συρίας. κὰι ὁ ἄγγελος ὁ πορευθεὶς καλέσαι τὸν μιχαίαν ἐλάλησεν ἀυτῶ λέγων, ἰδοὺ δὴ πάντες ὁι προφῆται λαλοῦσι στόματι ἑνὶ καλὰ περὶ τοῦ βασιλέως, γίνου δὴ κὰι σὺ ἐν λόγοις κατὰ τοὺς λόγους ἑνὸς τούτων, κὰι λάλησον καλά. κὰι ἐῖπε μιχαίας, ζῆ κύριος ὅτι ὃ ἐὰν ἔιπη κύριος πρός με,ταῦτα λαλήσω. κὰι ἦλθεν πρὸς τὸν βασιλέα.κὰι ἐῖπεν ἀυτῶ ὁ βασιλεύς, μιχαία ἐι ἀναβῶ ἐις ῤαμὼθ γαλαὰδ ἐις πόλεμον ἢ ἐπίσχω; κὰι ἐῖπεν ἀυτῶ, ἀνάβαινε, κὰι ἐυοδώσει σε κύριος ἐν χειρὶ τοῦ βασιλέως.κὰι ἐῖπεν ἀυτῶ βασιλεύς, ποσάκις ἐγὼ ὁρκίζω σε, ὅπως λαλήσης πρός με ἀλήθειαν ἐν ὀνόματι κυρίου. κὰι ἐῖπε μιχαίας ὅυτως, ἑώρακα πάντα τὸν ἰσραὴλ διεσπαρμένον ἐν τοῖς ὄρεσιν ὡς πρόβατα, ὁῖς ὀυκ ἦν ποιμήν. κὰι ἐῖπε κύριος, ὀυ κύριος τούτοις; ἀποστραφήτω ἕκαστος ἐις τὸν ὀῖκον ἐν ἐιρήνη. κὰι ἐῖπεν ὁ βασιλεὺς ἰσραὴλ πρὸς ἰωσαφὰτ βασιλέα ἰούδα, ὀυκ ἐῖπόν σοι, ὅτι ὀυ προφητεύει ὁῦτος ἐμοὶ καλὰ ἀλλ᾿ ἢ κακά; κὰι ἐῖπεν μιχαίας, διὰ τοῦτο ἄκουσον τὸν λόγον κυρίου, ἐῖδον κύριον τὸν θεὸν ἰσραὴλ καθήμενον ἐπὶ θρόνου ἀυτοῦ, κὰι πᾶσα ἡ στρατιὰ τοῦ ὀυρανοῦ ἑιστήκει περὶ ἀυτὸν ἐκ δεξιῶν ἀυτοῦ κὰι ἐξ ἀριστερῶν ἀυτοῦ. κὰι ἐῖπε κύριος, τίς ἀπατήσει τὸν ἀχαὰβ βασιλέα ἰσραήλ, κὰι ἀναβήσεται ἐις ῥαμὼθ γαλαὰδ κὰι πεσεῖται ἐκεῖ; κὰι ἐῖπεν ὁῦτος ὅυτως, κὰι ὁῦτος ὅυτως. κὰι ἐξῆλθε πνεῦμα κὰι ἔστη ἐνώπιον κυρίου. κὰι ἐῖπεν, ἐγὼ ἀπατήσω ἀυτόν. κὰι ἐῖπε πρὸς ἀυτὸνκύριος, ἐν τίνι; κὰι ἐῖπεν, ἐξελεύσομαι κὰι ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν ἀυτοῦ,κὰι ἐῖπεν, ἀπατήσεις, καίγε δυνήση, ἔξελθε κὰι ποίησον ὅυτως, κὰι νῦν ἰδοὺ δέδωκε κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων, κὰι κύριος ἐλάλησεν ἐπὶ σὲ κακά.κὰι προσῆλθε δεδεκίας ὑιὸς χαναάν, κὰι ἐπάταξε τὸν μιχαίαν ἐπὶ τὴν σιαγόνα. κὰι ἐῖπεν, ποῖον πνεῦμα κυρίου ἀπέστη ἀπ᾿ ἐμοῦ τοῦ λαλῆσαι ἐν σοι; κὰι ἐῖπε μιχαίας, ἰδοὺ σὺ ὄψει ἐν τῆ ἡμέρα ἐκείνη, ὅταν ἐισελεύση ἐις ταμίειον ἐκ ταμιείου τοῦ κρυβῆναι. κὰι ἐῖπεν ὁ βασιλεὺς ἰσραήλ, λάβετε τὸν μιχαίαν, κὰι ἀποστρέψατε ἀυτὸν πρὸς ἀμὼν τὸν ἄρχοντα τῆς πόλεως, κὰι πρὸς ἰωὰς ὑιὸν τοῦ βασιλέως. κὰι ἐῖπον, ὅυτως λέγει ὁ βασιλεύς, θέσθε ἀυτὸν ἐν φυλακῆ, κὰι ἐσθιέτω ἄρτον θλίψεως κὰι ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν ἐιρήνη. κὰι ἐῖπε μιχαίας, ἐὰν ἐπιστρέφων ἐπιστρέψης ἐν ἐιρήνη, ὀυ λελάληκε κύριος ἐν ἐμοί. κὰι ἐῖπεν, ἀκούσατω πᾶς ὁ λαός. κὰι ἀνέβη ὁ βασιλεὺς ἰσραὴλ κὰι ἰωσαφὰτ βασιλεὺς ἰούδα μετ᾿ ἀυτοῦ ἐις ῥαμὰθ γαλαάδ.κὰι ἐῖπεν ὁ βασιλεὺς ἰσραὴλ πρὸς ἰωσαφὰτ βασιλέα ἰούδα, συγκαλύψομαι κὰι ἐισελεύσομαι ἐις τὸν πόλεμον, κὰι σὺ ἔνδυσαι τὸν ἱματισμόν μου. κὰι συνεκαλύψατο ὁ βασιλεὺς ἰσραήλ, κὰι ἐισῆλθεν ἐις τὸν πόλεμον. κὰι ὁ βασιλεὺς συρίας ἐνετείλατο τοῖς ἄρχουσιν τῶν ἁρμάτων ἀυτοῦ τριάκοντα κὰι δύο λέγων, μὴ συνάψητε πόλεμον πρὸς μικρὸν ἢ μέγαν, ἀλλ᾿ ἢ πρὸς τὸν βασιλέα ἰσραὴλ μονώτατον. κὰι ἐγένετο ὡς ἐῖδον ὁι ἄρχοντες τῶν ἁρμάτων τὸν ἰωσαφὰτ βασιλέα ἰούδα, κὰι ἀυτοὶ ἐῖπον, φαίνεται βασιλεὺς ἰσραὴλ ὁῦτος, κὰι ἐκύκλωσαν ἀυτὸν τοῦ πολεμῆσαι. κὰι ἀνέκραξεν ἰωσαφάτ. κὰι ἐγένετο ὡς ἐῖδον ὁι ἄρχοντες τῶν ἁρμάτων ὅτι ὀυκ ἔστι βασιλεὺς ἰσραὴλ ὁῦτος, κὰι ἀπεστράφησαν ἀπ᾿ ἀυτοῦ. κὰι ἐνέτεινεν ἑῖς τὸ τόξον ἀυτοῦ ἀφελῶς, κὰι ἐπάταξε τὸν βασιλέα ἰσραὴλ ἀναμέσον τοῦ πνεύμονος κὰι ἀναμέσον τοῦ θώρακος. κὰι ἐῖπεν ὁ βασιλεὺς τῶ ἡνιόχω ἀυτοῦ, ἐπίστρεψον τὴν χεῖρά σου κὰι ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι τετραυμάτισμαι. κὰι ἐτροπώθη ὁ πόλεμος ἐν τῆ ἡμέρα ἐκείνη. κὰι ὁ βασιλεὺς ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξ ἐναντίας συρίας ἀπὸ πρωῒ ἕως ἑσπέρας.κὰι ἐξεπορεύετο τὸ ἇιμα τῆς πληγῆς τῆς τροπώσεως ἐις τὸν κόλπον τοῦ ἅρματος, κὰι ἀπέθανεν ὁ βασιλεὺς ἑσπέρας. κὰι ἔστη ὁ στρατοκήρυξεν τῆ παρεμβολῆ δύναντος τοῦ ἡλίου,κὰι ἐΙπεν, ἕκαστος ἐις τὴν ἑαυτοῦ πόλιν, κὰι ἕκαστος ἐις τὴν ἑαυτοῦ κληρονομίαν, ὅτι τέθνηκεν ὁ βασιλεύς. κὰι ἦλθον ἐις σαμαρείαν, κὰι ἔθαψαν τὸν βασιλέα ἀχαὰβ ἐις σαμαρείαν. κὰι ἀπενίψαντο τὸ ἁῖμα ὰπὸ τοῦ ἅρματος ἐπὶ τὴν κρήνην σαμαρείας. κὰι ἔλειξαν ὁι κύνες τὸ ἁῖμα,κὰι ἁι πόρναι ἐλούσαντο ἐν τῶ ἅιματι ἀυτοῦ κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν. κὰι τὰ λοιπὰ τῶν λόγων ἀχαὰβ κὰι πάντα ὅσα ἐποίησε, κὰι ὀῖκον ἐλεφάντινον ὃν ὠκοδόμησε, κὰι πάσας τὰς πόλεις ἃς ἐποίησε, ὀυκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίου λόγων ἡμερῶν τῶν βασιλέων ἰσραήλ; κὰι ἐκοιμήθη ἀχαὰβ μετὰ τῶν πατέρων ἀυτοῦ,κὰι ἐβασίλευσεν ὀχοζίας ὑιὸς ἀυτοῦ ἀντ᾿ ἀυτοῦ. κὰι ἰωσαφὰτ ὑιὸς ἀσὰ ἐβασίλευσεν ἐπὶ ἰούδα ἐν ἔτει τῶ τετάρτω τοῦ ἀχαὰβ βασιλέως ἰσραήλ. κὰι ἰωσαφὰτ ἦν τεσσαράκοντα κὰι πέντε ἐτῶν ἐν τῶ βασιλεύειν ἀυτόν. κὰι ἔικοσι κὰι πέντε ἔτη ἐβασίλευσεν ἐν ἱερουσαλήμ. κὰι ὄνομα τῆ μητρὶ ἀυτοῦ ἀζουβὰ θυγάτηρ σαλαΐ.κὰι ἐπορεύθη ἐν πάση ὁδῶ ἀσὰ τοῦ πατρὸς ἀυτοῦ. ὀυκ ἐξέκλινεν ἀπ᾿ ἀυτῆς, τοῦ ποιῆσαι τὸ ἐυθὲς ἐν ὀφθαλμοῖς κυρίου. πλήν τῶν ὑψυλῶν ὀυκ ἐξῆρεν, ἔτι ὁ λαὸς ἐθυσΐαζε κὰι ἐθυμίων ἐν τοῖς ὑψηλοῖς. κὰι ἐιρήνευσεν ἰωσαφὰτ μετὰ βασιλέως ἰσραήλ. κὰι τὰ λοιπὰ τῶν λόγων ἰωσαφὰτ κὰι ἁι δυναστεῖαι ἀυτοῦ ἃς ἐποίησεν, ὀυκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βίβλω λόγων τῶν ἡμερῶν τῶν βασιλέων ἰούδα; κὰι τοὺς λοιποὺς τῶν τετελεσμένων τῶν καταλελειμμένων ἐν ταῖς ἡμέραις ἀσὰ τοῦ πατρὸς ἀυτοῦ ἀφεῖλεν ἀπὸ τῆς γῆς. κὰι βασιλεὺς ὀυκ ἦν ἑστηκὼς ἐν ἰδουμαία. κὰι ἰωσαφὰτ ἐποίησε νῆας θαρσεὶς τοῦ πορεύεσθαι ἐις ὀφὶρ ἕνεκεν τοῦ χρυσΐου. κὰι ὀυκ ἐπορεύοντο, ὅτι συνετρίβησαν ἁι νῆες ἐν γαισιὼν γάβερ. τότε ἐῖπεν ὀχοζίας ὑιὸς ἀχαὰβ πρὸς ἰωσαφάτ, πορευέσθωσαν ὁι δοῦλοί μου μετὰ τῶν δούλων σου. κὰι ὀυκ ἠθέλησεν ἰωσαφάτ. κὰι ἐκοιμήθη ἰωσαφὰτ μετὰ τῶν πατέρων ἀυτοῦ, κὰι ἐτάφη παρὰ τοι̍ς πατράσιν ἀυτοῦ ἐν πόλει δαυὶδ τοῦ πατρὸς ἀυτοῦ. κὰι ἐβασίλευσεν ἰωρὰμ ὑιὸς ἀυτοῦ ἀντ᾿ ἀυτοῦ, κὰι ὀχοζίας ὑιὸς ἀχαὰβ ἐβασίλευσεν ἐπὶ ἰσραὴλ ἐν σαμαρεία. ἐν ἔτει ἑπτακαιδεκάτω ἰωσαφὰτ βασιλέως ἰουδα ὀχοζίας ὑιὸς ἀχαὰβ ἐβασίλευσεν ἐπὶ ἰσραὴλ ἐν σαμαρεία δύο ἔτη,κὰι ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, κὰι ἐπορεύθη ἐν ὁδῶ ἀχαὰβ τοῦ πατρὸς ἀυτοῦ κὰι ἐν ὁδῶ ἰεζάβελ τῆς μητρὸς ἀυτοῦ, κὰι ἐν ταῖς ἁμαρτίαις ὄικου ἱεροβοὰμ ὑιοῦ ναβάτ, ὃς ἐξήμαρτε τὸν ἰσραήλ. κὰι ἐδούλευσε τοῖς βααλὶμ κὰι προσεκύνησεν ἀυτοῖς. κὰι παρώργισε κύριον τὸν θεὸν ἰσραὴλ κατὰ πάντα ὅσα ἐποίησεν ὁ πατὴρ ἀυτοῦ.